Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ΚΑΙ ἐνίσχυσεν Σαλωμὼν υἱὸς Δαυεὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, [*](B) καὶ Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος·

καὶ εἶπεν Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ἰσραήλ, τοῖς ἄρχουσι τῶν πατριῶν.

καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὖ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ.

ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυεὶδ ἐκ πόλεως Χάριαθιαρείμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ἰερουσαλήμ.

καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὁ ἐποίησεν Βεσελεὴλ υἱὸς Οὐρείου υἱοῦ Ὡρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου· καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία,

καὶ ἤνεγκεν ἐκεῖ Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ, καὶ ἤνεγκεν ἐπʼ αὐτὸ ὁλοκαύτωσιν χιλίαν.

Ἐν τῇ νυκτὶ ἐκείνῃ ὄφθη ὁ θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ Aἶτησαι τί σοι δῶλ.

καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν ἐποίησας μετὰ Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντʼ αὐτοῦ.

καὶ νῦν, Κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυεὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χνοῦς τῆς γῆς.

νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;