Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

οἱ πυλωροί Σαλώμ, Ἀκούμ, Ταμμὰμ καὶ Αἰμὰμ καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων·

καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευεί.

καὶ Σαλωμὼν υἱὸς Κωρὴβ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κόρε καὶ οἱ [*](3 των υιων (3⁰)] pr απο A 4 om και 1⁰, 2⁰, 3 A | Γωθι A | Σαμμιου] A Αμιουδ A | Αμρι A 5 εκ] απο A | Σηλωνι A | Ἀσαια] Ακα A | πρωτοτ.) pr ο A | αυτου] + και υιοι αυτου A 6 Eπειηλ] Ιεηλ A 7 Σαλω A | Μοσολλαμ A | υιος 2⁰, 3⁰] υιου A | Ωδουια A | Ἀανα] Ασανουα A 8 Bα. νααμ] Ιεβναα A | Ιρααμ Ιεροαμ A | και 2⁰] + Ηλα A | ουτοι υιοι] υιος A | Οζι A | Μαχειρ] Μοχορε A | Μασεαλημ Μασαλλαμ A | Βαναια] Ιεβανααι A 10 Ιωαρειβ A 11 Ἀζαρίας A | Κελχιου A | Μαρμωθ] Μαριωθ A |Αχιτωβ A 12 Αδαια] Σαδιας A | Ιρααμ| Ιερααμ A | Πασχωρ] Φασχωρ A | Μαλχεια] Μελχιου A | Μαασαια] Μασαι A | Ιεδειου] Ιεζριου A | Μασελμωθ] Μοσολ λαμωθ A | Εμηρ] Εμμηρ A (lineol superscr A¹vela?) 13 αδελφοι] pr οι A| εξηκοντα] ενενηκοντα A 14 Λευιτων A | δζρικαμ A | Ἀσαβιου A | εκ τω'ν (2⁰)] υιου A | Μεραρι A 15 Βακαρ] Βακβακαρ A | Ραραιηλ] Αρες A | Γαλααδ] και Γωληλ A | Μανθανιας] Ματθανιας A | Μιχα A | Ζεχρι A 16 Ἀβδεια] Οβδια A | Σαμεια] Σαμιου A | Γαλααδ] Γωληλ A | Ιωθων] Ιδουθων A | Βαραχιας A | Οσσα] Ασα A | Ελκανα A | Νε τωφαθι A 17 οι πυλωροι] και οι πυρωλοι (sic) A | Σαλλωμ (1⁰) A | Ακουμ] και Ακουβ A | Ταμμαν] και Τελμαν A | Αιμαν A 18 κατ] κατα A | αι πυλαι] om αι A | Λευι A 19 Σαλωμων] Σαλωμʼ· A | Κωρηβ] Χωρη A)

22
[*](B) ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορεῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς φυλάσσοντες τὴν εἴσοδον.

καὶ Φεινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπʼ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετʼ αὐτοῦ.

Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυεὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.

καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν.

κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατʼ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.

καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·

ὅτὶ ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευεῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν·

ὅτι [*](§U+05D0) ἐπʼ αὐτοὺς φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν.

καὶ ἐξ αὐτῶν καθτσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάταον.

καὶ ἀπὸ τῶν υἱῶν τῶυ ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρῶματα.