Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Σαμουὴλ· ὁ πρωτότοκος Σανεὶ καὶ Ἀβιά.

υἱοὶ Λοβενεὶ υἱὸς αὐτοῦ, Σομεεὶ υἱὸς αὐτοῦ, Ὀζᾶ υἱὸς αὐτοῦ,

Σομεὰ υἱὸς αὐτοῦ, Ἀμὰ υἱὸς αὐτοῦ, Ἀσαβὰ υἱὸς αὐτοῦ.

Καὶ οὗτοι οὓς κατέστησεν Δαυεὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ.

καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον ἐν Ἰερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.

καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Ἀἱμὰν ὁ ψαλτῳ Ἰωήλ υἱοῦ Σαμουὴλ

υἱοῦ Ἐλκανὰ υἱοῦ Ἠαὰλ υἱοῦ Ἐλειὴλ υἱοῦ φεῖε

υἱοῦ Σοὺφ υἱοῦ Ελκανὰ υἱοῦ Μὲθ υἱοῦ Ἀμαθειοὸ

υἱοῦ Ἐλκανὰ υἱοῦ Ἰωήλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανιὰ

υἱοῦ Θάαθ υἱοῦ Ἀσεὶρ υἱοῦ Ἀβιασὰρ υἱοῦ Κόρε

υἱοῦ Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ.

καὶ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχιὰ υἱοῦ Σαμαὰ

υἱοῦ Μειχαὴλ υἱοῦ Μαασαὶ υἱοῦ Μελχειὰ

υἱοῦ Ἀθανεὶ υἱοῦ Ζααραὶ υἱοῦ Ἀζειὰ

υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰμ υἱοῦ Σεμεεὶ

υἱοῦ Ἦχα υἱοῦ Γεεδσὼν υἱοῦ Λευεί.

καὶ υἱοὶ Μεραρεὶ ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κεισαὶ υἱοῦ Ἀβδεὶ υού Μαλὼχ

υἱοῦ Ἀοεβεὶ

υἱοῦ Ἀμεσσειὰ υἱοῦ Βανεὶ υἱοῦ Σἐμμηρ

υἱοῦ Μοολεὶ Μοσεὶ υἱοῦ Μερραρεὶ υἱοῦ Λευεί.