Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.

καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων,

καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἥλπισαν ἐπʼ αὐτόν.

καὶ ήχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶυ, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·

ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως τῆς μετοικεσίας.

Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσὴ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαιλεὶμ καὶ Σανεὶρ καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λμβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.

καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὄφερ καὶ Σεεὶ καὶ Ἐλειὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμειὰ καὶ Ὡδουιὰ καὶ Ἰελειήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.

Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν.

καὶ ἐπήγειρεν ὁ θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγναφαμάσαρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδεὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Χωζὰρ ἕως τῆς ἡμέρας ταύτης.

[*](13 οκτω] επτα BᵇA 14 Αβιχαια A | Ουρι A | Ιδαι]| Αδαι A | Μιχαὴλ A A | Ισαι]l Ιεσσαι A | Ιουραι]| Ιεδδαι A | Ζαβουχαμ] Αχβουζ A 15 Αβδιηλ A | Γουνι A 16 κατοικουν A | Γαλααδ A | Bασαν A | Ιεριαμ] Σαρων A 17 Ιωθαν A 18 υιοι] υιου B | Γαδδι A | εντεινοντες A | τεσσαρακοντα B ( τεσσαρες και τεσσερακοντα A | om και 80 A 19 Aγαραιων A | Τουραιων] Του- ραιᾶ| B Ιτουραιων A | Ναφισαιων A 20 Αγοραιοι A 22 πολλαι A | κατω- κησανταυτων A* (κατωκ. αντ ουτων A¹) 23 κατωκησαν] + εν γη A | Βαιλειμ] Βααλειμ Bᵃᵇ Βααλ᾿ Ερμων· A 24 Σεει] Ιεlσει A | Ελιηλ A | Εσδριηλ] Ιεζριηλ A | Ιερε|μια A | Ιεδιηλ A 25 λαων] pr των A 26 Φαλωχ] Φαλως A | Θαγλαθʼ·φαλνασαρ A | Γαδδι A | Χααχ] Χαλα A | Χωζαρ| Γωζᾱ·| A)
12
[*](B)

Υἱοὶ Λευεἰ Γεδσών, Καὰθ καὶ Μαραρεί.

καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζειήλ.

καὶ υἱοὶ Ἀμβράν· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβούδ, Ἐλεάζαρ καὶ Ἰθαμάρ.

Ἐλεάζαρ ἐγέννησεν τὸν Φεινεές. Φεινεές ἐγέννησεν τὸν Ἀβεισού,

Aβεισοὺ ἐγέννησεν τὸν Βωέ, καὶ Βωὲ ἐγέννησεν τὸν Ὀζεί,

Ὀζεὶ ἐγέννησε τὸν Ζαραιά, Ζαραιὰ ἐγέννησεν τὸν Μαρειήλ,

καὶ Μαρειὴλ ἐγέννησεν τὸν Ἀμαρειά, καὶ Αμαρειὰ ἐγέννησεν τὸν Ἀχειτώβ,

καὶ Ἀχειτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Ἀχειμάας,

καὶ Ἀχειμάας ἐγέννησεν τὸν Ἀζαρία, καὶ Ἀζαρίας ἐγέννησεν τὸν Ἰωανάς,

καὶ Ἰωανὰς ἐγέννησεν τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ῳᾠκοδόμησεν Σαλωμὼν ἐν Ἰερουσαλήμ.

καὶ ἐγέννησεν Ἀζαρία τὸν Ἀμαριά, καὶ Ἀμαριὰ ἐγέννησεν τὸν Ἀχειτώβ,