Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοῦ Ἀβδεὴλ υὰὸῦ Γουνεί· ἄρχων οἴκου πατριῶν,

κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχαρα Ιεριὰμ ἕως ἐξόδου.

πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ.

Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.

καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων,

καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἥλπισαν ἐπʼ αὐτόν.