Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα Ἔτεκον ὡς | γάιβης.

καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν θεὸν Ἰσραὴλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με. καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ἦν ἡ χείρ σου μετʼ ἐμοῦ, καὶ ποιήσῃς γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ἠτήσατο.

Καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησεν τὸν Μαχείρ· οὗτος πατὴρ Ἀσσαθών.

ἐγέννησεν τὸν Βαθραίαν καὶ τὸυ Βεσσῆε καὶ τὸν Θαιμάν, πατέρα πόλεως Ναὰς ἀδελφοῦ Ἐσελὼν τοῦ Χενεζεί οὗτοι ἄνδρες Ῥηχάβ.