Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ εἶπεν Δαυεὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ήρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ ἀλλ ἤ Κυρίῳ θεῷ.

κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν. σίδηρον, ξύλα, λίθους σόομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ πάριον πολύ.

καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὁ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφεὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλιφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ

διὰ χειρὸς τεχνιτῶν. [*](A) [*](13 σκευων] +της λατρειας οικου κῦ A 17 σπονδιων A | σταθμον] pr τον BᵃᵇA | αργυρων] κεφφουρε A 20 και 40] ουδ A | ενκαταλιπη (εγκ. Bᵃᵇ)] εγκαταλειπῃ A | εως του] εως ου A | το παραδ. 1⁰] pr και ειδον A | σακχω] ζακχω A 21 Κυριου] του θῦ A | πραγματια A XΧΙΧ 1 αν- θρωπω] +η οικοδομη· A 2 πολυν A 3 τον οικον] om τον A 4 δοκιμου] δοκιμιου Bab (cum parva ras ante μ) | εξαλειφθηναι A)

59
καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ

[*](B)

καὶ προεθύμησαν ἄρχοντες πατριῶν καὶ οἱἄρχοντες τῶν υἱῶν Ἰσραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως·

καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

καὶ οἶς εὑρέθη παρʼ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Βεσιὴλ τοῦ Γηρσομνεί.

καὶ εὐφράνθη ὁ λαὸς ὑπέρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ, καὶ Δαυεὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυεὶδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς Ἰσραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰώνος καὶ ἕως τοῦ αἰώνος.