Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου κάὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη.
καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου καὶ ζητήσατε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ἡμῶν, ἴνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν τοῖς υἱοῖς ἡμῶν ἕως αἰῶνος.
καὶ νῦν, Σαλωμών, γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος.
ἴ· Κύριος ῆρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει.
Καὶ ἔδωκεν Δαυεὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχὼ αὐτοῦ καὶ τῶυ ὑπερῷαων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ,
καὶ τὸ παράδειγμα ὁ εἶχεν ἐν πνεύματι αὐτοῦ τῶν αὐλῶυ οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων,
καὶ τῶν καταλυμάτων τῶν ἐβημεριῶν τῶν ἱερέων καὶ τῶν Λευεῖτων εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων [*](3 αιμα] αιματα A 4 πατρος 1⁰] pr του A | μου 2⁰] + και εν τοις υιοις του A πρς μου· A 5 παν|των υιων A | εδωκεν] δεδωκεν A | τον Ισραηλ] om τον A 6 κληρονομησει] οικοδομησει A 7 ισχυσει A 8 Κυριου 1⁰] +και ην (sic) ωσιν θῦ ημων φυλασσεσθαι A | τας εντ.] pr πασας A | του θεου] om του A | αγαθην] + και κατακληρονομησεται A | ημων 2⁰] υμων A +μεθ υμας A 9 Σαλωμων] + υιε μου A | δουλευε] + αυτω A | εταζει] εξεταζει A | γινωσκει A | καταλειψῃς] καταλιψεις A 10 ιδε τοινυν] ειδε νυν A | Κυριος] pr ὅτι A 11 κων αυτου και ζακ|χω (sic) in mg et sup ras Aa? (om αυτ. κ. ζ. A*) 12 Κυριου 2⁰] pr οικου A 13 Δευιτων A (item 21))
καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν,
λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχναων.
ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν,
καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν, καὶ σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν, ἑκάστου σταθμοῦ.
καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ, καὶ τὸ παράδειγμα τοῦ ἄρματος τῶν χερουβεὶν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου.
πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκεν Δαυεὶδ Σαλωμὼν κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.
καὶ εἶπεν Δαυεὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ Ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς· ὅτι Κύριος ὁ θεός μου μετά σοῦ, οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐνκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου. τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ σακχὼ αὐτοῦ καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ, καὶ τὸ παράδειγμα οἴκου Κυρίου.
καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευείτων εἰς πᾶσαν λειτουργίαν οἴκου Κυρίου, καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ, καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην, καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.