Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

γούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὰς οἴ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατʼ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.

καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμειὰ καὶ Ζαχαριά, υἱοὶ Σωάζ· τῷ Μελχειὰ ἔβαλον κλήρους. καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ·

τῷ Ἀβδοδὸμ νότον κατέναντι οἵκου ἐσεφείν·

εἰς δεύτερον τῷ Ἰοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.

πρὸς ἀνατολὰς ἔξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες. νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ ἐσεφεὶν δύο

εἰς διαδεχομένους, καὶ τῷ Ἰοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην τοῦ παστοφορίου τρεῖς. φυλακὴ κατέναντι φυλακῆς τῆς ἀναβάσεως πρὸς ἀνατολὰς τῆς ἡμέρας ἔξ, καὶ τῷ βορῶ τέσσαρες, κοί τῳ νότῳ τέσσαρες. καὶ ἐσεφεὶμ δύο εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.

αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Καὰθ καὶ τοῖς Μερραρεί.

καὶ οἱ Λευεῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων.

υἱοὶ Καδὰν οὗτοι, Ιηρσωνεί· τῷ Λάδαν καὶ Ἰαιεὴλ τοῦ Ἰού· υἱοὶ Ἰειὴλ ἄρχοντες πατριῶν τῷ Λάδαν· τῷ Γηρσωνεὶ Ἰειήλ.

υἱοὶ Ἰειὴλ Σεθὸμ καὶ Ἰωήλ οἱ ἀδελφοί, ἐπὶ τῶν θησαυρῶν οἵκου Κυρίου.