Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ θεοῦ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσαφ καὶ Ἰδειθοὺν καὶ Αἱμανεί.

καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ἄδειν Κυρίῳ, πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.

καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσάφ, τῷ Ἰωσήφ, Γαλουιὰ ὁ δεύτερος, Ἡνειά, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο·

ὁ τρίτος Ζαχχούθ, υἱὸς αὐτοῦ· καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ τέταρτος Ἰεσδρεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ πέμπτος Ναθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἕκτος Βουκείας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ὄγδοος Ἰωσειά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔνατος Μανθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ό δέκατος Ἐμεεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἑνδέκατος Ἀζαρία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·