Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τῷ Αἱμανεί, υἱοὶ Αἱμάν· Bουκείας καὶ Μανθανίας καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἀμσοὺ καὶ Ἰερεμὼθ καὶ Ἀνανίας καὶ Ἠαθὰθ καὶ Γοδολλαθεὶ καὶ Ῥωμεί υἱοὶ  Ὤδ καὶ Ἰειβασάκα καὶ Μανθεὶ καὶ Ὡθηρεὶ καὶ Μελζώθ.

πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεὶ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας· καὶ ἔδωκεν θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρες καὶ θυγατέρας τρεῖς.

πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ θεοῦ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσαφ καὶ Ἰδειθοὺν καὶ Αἱμανεί.

καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ἄδειν Κυρίῳ, πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.

καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσάφ, τῷ Ἰωσήφ, Γαλουιὰ ὁ δεύτερος, Ἡνειά, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο·

ὁ τρίτος Ζαχχούθ, υἱὸς αὐτοῦ· καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ τέταρτος Ἰεσδρεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ πέμπτος Ναθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἕκτος Βουκείας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ὄγδοος Ἰωσειά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔνατος Μανθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ό δέκατος Ἐμεεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἑνδέκατος Ἀζαρία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ δωδέκατος Ἁριά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο.

ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶαὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ πεντεκαιδέκατος Ἐρειμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἑκκαιδέκατος [*](3 Ιδιθουν (30) A | ανακρουομενοι A 4 Αιμανει] Αιμαν A | Bουκειας] A Bοκκιας A | Ματ|θανιας A | Αζαραηλ] ζιηλ A | om και Αμσου A | Ιεριμουθ A | Bλιαθαθ] Ανανι· και Bλια|θα A | Γεδολλαθι A | Ρωμει] ΡωμεμθιA υιοι Ωδ] Εζερ· A | Ιειβασακα] Σεβα· καιταν· (sic) A | Μανθει] Μεαλωθι A Ωθηρει] Ιωεθρι· A | Μελζωθ] Μααζιωθ A 5 τεσσαρας Bᵇ | θυγατερες τρις A 6 οικω θεου] οικω κυ· A | Ιδιθουν A | Αιμαν A 7 τους αδελφους] των αδελφων A | om και 2⁰ A 9 ο κληρος] ολοκληρος A | τω Ιωσηφ] του Ι. A | Γαλουια] Γοδολιας A | Ηνια A | δεκα δυο] δωδεκα A (item infra [10—31] 20 ies ter) 10 Ζακχουρ A | υιος] υιοι A 11 Ιεσδρι A 12 Ναθανιας A 13 Bουκειας] Κοκκιας A 14 Ισεριηλ] Ισρεηλα· A 15 Ιωσεια] Ισιας·| A 16 Ματθανιας A 17 Εμεει] Σεμει A 18 Ααρια] Eζριηλ A 19 Αρια] Ασαβια A 21 Ματταθιας] Ματθιας A 22 Ερειμωθ) Ιεριμωθ· A 23 δεκατος Αναν sup ras A¹ (pr ras 1 lit))

52
[*](B) Ἁνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·