Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἔστησεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὰν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.

υἱοὶ Ἀσάφ· Σακχούς, Ἰωσὴφ καὶ Ναθαλίας καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.

τῷ Ἰδειθών, υἱοὶ Ἰδειθών· Γουνὰ καὶ Σουρεὶ καὶ Σαιὰ καὶ Σεμεεὶ καὶ Ἀσαβιὰ [*](A) [*](15 Φεταια] Ἀφεσση A 16 Εζεκηλ] Φεθεια A | Αχειμ| Εζεκηλ A 17 Γαμουλ] Ιαχειν A | Ἀδαλλαι| Ιαμουηλ A | δευτερος] seq ras 1 lit in A 14 Μαασαι] Δαλαια A | εικοστος] + τω Μοοζαλ ο τεταρτος και εικοστος A 20 Αμραμ A | Ιωβαηλ] Σουβαηλ· A | Ιαδεια] Ιαδαια· Αραδεια· A 21 αρ χων] + Ιεσιας A 22 Ισσααρι A 23 υιοι] pr καί A | Ιηδειμου] Ιεδιου| A | Αμαδια] Αμααριας A | Ἴσσῃ] Ιαζιηλ A | Ιοκομ| Ιεκεμια· A 24 Οζειηλ] υιοι ᵇζιηλ A | Μιχα A (bis; item 25) 25 αδελφοις A | Ισια 1⁰] Ασια A | υος] υιοι A | Ζαχαριας A 26 Μεραρι A | Μοολι A | Ομουσει Μουσι A | Οζεια] Οζια· υιοι Bοννι A 27 του Μεραρει] υιοι Μεραρι A Οζια A | Ισσοαμ A | Αβαι] Ωβδι A 28 Μοολι A | om και Ιθαμαρ. υιοι A 30 Μοουσει] Μουσι A | Μοολλει] Μοολι A | Ηλα] Εδερ A | Αρειμωθ] Ιερμωθ A | Λευιτων A (item 31) 31 Αχιμελεχ A | αρχων των] αρχοντων A πατριαρχαι] πατριαι A | Αρααβ] Αρως A XXV 1 Ιδιθουμ A 2 Σακ- κους] Ζακχουρ A | Ιωσηφ) pr και A | Ναθανιας A | Bραηλ] Ιεσιηλ A εχομενα A 2—3 ως τω Ιδι|θουμ υιοι in mg et sup ras A (om υιοι Ιδιθουμ A) 3 Ιδιθουμ A (bis) | ουνα] Γοδολιας· A | και Σουρει) Σουρι· A | Σαια] Ιεεια A | Σεμει A | Ασαβιας A)

51
καὶ Ματταθίας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ἰδειθὰν ἐν κινύρᾳ ἀνακρουόμενος [*](B) ἐξομολόγησιν καὶ αἵνεσιν τῷ κυρίῳ.

τῷ Αἱμανεί, υἱοὶ Αἱμάν· Bουκείας καὶ Μανθανίας καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἀμσοὺ καὶ Ἰερεμὼθ καὶ Ἀνανίας καὶ Ἠαθὰθ καὶ Γοδολλαθεὶ καὶ Ῥωμεί υἱοὶ  Ὤδ καὶ Ἰειβασάκα καὶ Μανθεὶ καὶ Ὡθηρεὶ καὶ Μελζώθ.

πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεὶ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας· καὶ ἔδωκεν θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρες καὶ θυγατέρας τρεῖς.

πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ θεοῦ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσαφ καὶ Ἰδειθοὺν καὶ Αἱμανεί.

καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ἄδειν Κυρίῳ, πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.

καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσάφ, τῷ Ἰωσήφ, Γαλουιὰ ὁ δεύτερος, Ἡνειά, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο·

ὁ τρίτος Ζαχχούθ, υἱὸς αὐτοῦ· καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ τέταρτος Ἰεσδρεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ πέμπτος Ναθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἕκτος Βουκείας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ὄγδοος Ἰωσειά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἔνατος Μανθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ό δέκατος Ἐμεεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ ἑνδέκατος Ἀζαρία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ δωδέκατος Ἁριά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·

ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο.