Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τῷ Ῥααβιὰ ὁ ἄρχων.

καὶ τῷ Ἰσσαρεὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰνάθ.

υἱοὶ Ἰηδειμού· Ἀμαδιὰ ὁ δεύτερος, Ἰακὴ ὁ τρίτος, Ἰοκὸμ ὁ τέταρτος.²⁴Οζειὴλ Μειχά· υἱοὶ Μειχὰ Σαμήρ·

ἀδελφὸς Μειχὰ Ἴσιά· υἱὸς Ἰσιὰ Ζαχαριά.

υἱοὶΜεραρεὶ Μοολεὶ καὶ Φμουσεί. υἱοὶ Ὀζειά·

τοῦ Μεραρεὶ τῷ Ὀζειά, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Ζακχοὺρ καὶ Ἀβαί.

τῷ Μοολεὶ Ἐλεαζαρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ἐλεάζὰρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί

τῷ Κείς· υἱοὶ τοῦ Κεὶς Ἰραμαήλ.

καὶ υἱοὶ τοῦ Μοουσεὶ Μοολλεὶ καὶ Ηλὰ καὶ Ἀρειμώθ. οὗτοι υἱοὶ τῶν Λευειτῶν κατʼ οἴκους πατριῶν αὐτῶν.

καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχειμέλεχ καὶ ἄρχων τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἀραάβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.