Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Οζιήλ· Μειχᾶς ὁ ἄρχων καὶ Ἰσειὰ ὁ δεύτερος.

υἱοὶ Μεραρεί dΜοολεὶ καὶ Ομουσεί, υἱοὶ Μοήλ· Ἐλεάζαρ καὶ Κεἰς.

καὶ ἀπέθανεν Ἐλεάζάρ, καὶ οὐκ ἤσαν αὐτῷ υἱοὶ ἀλλ ἡ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κεὶς ἀδελφοὶ αὐτῶν.

υἱοὶ Μουσεί Μοολεὶ καὶ Ἀἰδαθ καὶ Ἀρειμώθ, τρεῖς.

οὅτοι υἱοὶ Λευεὶ κατʼ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ἀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

ὅτι εἶπεν Δαυείδ Κατέπαυσεν Κύριος ὁ θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἰερουσαλὴμ ἕως αἰῶνος.

καὶ οἱ Λευεῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·

ὅτι ἐν τοῖς λόγοις Δαυεὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευεὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,

ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας τοῦ θεοῦ.

εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, [*](A) [*]( 11 Βα|ρια A |επληθυναν A |εγενοντο A 12 Αμραμ A (item 13) | Ισ- σααρ] pr και A | Οζειηλ] και Οζιηλ A 14 Αευι A (item 24) 17 ησαν 2°] +τω Ελιεζερ A | ζερ υιοι ετεροι και in mgg et sup ras Aa ( om υιοι ετ.και A*) ηυξησαν A* (ηυξηθησαν Aᵃ? ) 18 Σαλουμωθ A 19 Ιδουδ] Ιερια A Αμαδια] Αμαρια A | Oζιηλ] Ιαζιηλ A 20 Μειχας] Μιχα A | Ισεια] Ιεσσια A 21 Μοολι A (item 23) | Oμουσει] Μουσι A | Μοηλ] Μοολι A | Ελιαζαρ A 23 Μουσι A | Αδαθ] Εδερ A | Αρειμωθ] Ἰαριμωθ A | τρεῖ B (τρεις Bᵃᵇ) 24 om ουτων 40 A 25 Ισραηλ τω] τω Ισλ| A 26 τα παντα] πανια τα A 27 υιων Αευει] των λευιτω· Λευι A 28 επι 10] επει B* (επι Bᵇ) | του θεου pr οικου A)

49
καὶ εἰς πᾶν μέτρον·

καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν, ἐξομολογεῖσθαι [*](B) τῷ κυρίῳ, καὶ οὕταωως τὸ ἑσπέρας·

καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπʼ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ.

καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.·

Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ·

καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών·

καὶ διεῖλεν αὐτοὺς Δαυείδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχειμέλεχ ἐκ τῶν υἱῶν Ἰθαμάρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.

καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ· καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἔξ καὶ δέκα, τοῖς υἱοῖς Ἀαρὼν Ἰθαμὰρ κατʼ οἴκους πατριῶν.

καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεαζὰρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ.

καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευεὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεύς, καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν· οἵκου πατριᾶς εἰς εἰς τῷ Ἐλεάζαρ καὶ εἶς εἰς τῷ Ἰθαμάρ.