Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων.

καί ἤσαν υἱοὶ τῷ Ἐλιέζερ Ῥααβιὰ ὁ ἄρχων, καὶ οὐκ ῆσαν υἱοὶ ἕτεροι καὶ υὶ Ῥααβιὰ ηὐξήθησαν εἰς ὕψος.

υἱοὶ Ἰσσαάρ· Σαλωμὼθ ὁ ρχων.

υἱῶν Χεβρών· Ἰβοὐδ ὁ ἄρχων, Ἀμαδιὰ ὁ δεύτερος. Φζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος.

υἱοὶ Οζιήλ· Μειχᾶς ὁ ἄρχων καὶ Ἰσειὰ ὁ δεύτερος.

υἱοὶ Μεραρεί dΜοολεὶ καὶ Ομουσεί, υἱοὶ Μοήλ· Ἐλεάζαρ καὶ Κεἰς.

καὶ ἀπέθανεν Ἐλεάζάρ, καὶ οὐκ ἤσαν αὐτῷ υἱοὶ ἀλλ ἡ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κεὶς ἀδελφοὶ αὐτῶν.

υἱοὶ Μουσεί Μοολεὶ καὶ Ἀἰδαθ καὶ Ἀρειμώθ, τρεῖς.

οὅτοι υἱοὶ Λευεὶ κατʼ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ἀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

ὅτι εἶπεν Δαυείδ Κατέπαυσεν Κύριος ὁ θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἰερουσαλὴμ ἕως αἰῶνος.

καὶ οἱ Λευεῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·

ὅτι ἐν τοῖς λόγοις Δαυεὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευεὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,

ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας τοῦ θεοῦ.