Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

Καὶ Δαυεὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσεν Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ἐπὶ Ἰσραήλ.

καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας.

καὶ ἠρίθμησαν οἱ Λευεῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας·

ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι,

καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ.

καὶ διεῖλεν αὐτοὺς Δαυεὶδ ἐφημερίας τοῖς υἱοῖς Λευεί, τῷ Γεδσών, Καάθ, Μαραρεί

καὶ τῷ αροσώμ, τῷ Ἐδὰν καὶ τῷ Σεμεεί.

υἱοὶ τῷ Ἐδάν· ὁ ἄρχων Ἴηι καὶ Σεθὸμ καὶ Ἰωήλ. καὶ τρεῖς

υἱοὶ Σεμεεί Ἀλωθεὶμ καὶ Εἱειὴλ καὶ Αἱδάν, τρεῖς· οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν.

καὶ τοῖς υἱοῖς Σεμεεί Ἰὲθ καὶ Ζιζὰ καὶ Ἰώας [*](14 πτωχιαν A | σταθμὸς] σ sup ras A¹ 16 εν 1⁰] ε sup ras A¹ | om εν A 4⁰ A 18 χερσιν] κειρι ὑμῶν A | λαοῦ] pr του A 10 τω θεω] pr κω A | εισενεγκε A (seq ras 1 lit) ΧXΙΙΙ 2 τους παντας] παντας τους A | Λευιτ. A (item 3, 26) 4 των εργοδιωκτων] τουτων εργοδιωκται A 6 χιλιαδες] + πυλωροι και δʼ χειλιαδες Bᵃᵇᵐᵍ +π. και τεσσαρες χιλιαδες A | εποιησαν A 6 1ευι A | Γεδσων] Γηρσων A | Μεραρι A (item 21) 7 Παροσωμ]| Ιηρσων A | Bδην] Αεαδαν A | Σεμει A 8 υιω ΒA | τω δδαν] Αεαδαν A | Ιηι] Ιειηλ A | Ζαιθομ A | Ιωηλ] + τρις A | om και 3⁰ Bᵃ (hab B*ᵇA) | om τρεῖς A 9 υιου Bᵇ (υιοι BᵃᵇA) | Σεμει A | Aλωθειμ Σαλωμειθ A | διειηλ] Ατιηλ A | και τρεις Αιθαν B om και τρεις Bᵃᵇ om τρεις A | Αιδαν] καὶ Δὰν (sic) Bᵇ Αραν A | πατριων] pr των A | των Κοαν] τω Α εαδαν A 10 υιοι B (υιοις Bᵃᵇ) | Σεμει A (bis) | om και Ιωας και Βερια A)

48
[*](B) καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεεί, τέσσαρες.

καὶ ἧν Τχθ ὁ ἄρχον, καὶ Σιζὰ ὁ δεύτερος· καὶ Ἰῶας καὶ Βεριὰ οὐκ ἐπλήθυνεν υἱούς, καὶ ἐγένετο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.

υἱοὶ Καάθ· Ἀμβράμ, Ἰσσααάρ, Χεβρών, Οζειήλ, τέσσαρες.

υοὶ Ἀμβράμ· Ἀαρὼν καὶ Μωσῆς. καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιῖν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.

καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱρὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί.

υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ Ἐλιέζερ.

υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων.

καί ἤσαν υἱοὶ τῷ Ἐλιέζερ Ῥααβιὰ ὁ ἄρχων, καὶ οὐκ ῆσαν υἱοὶ ἕτεροι καὶ υὶ Ῥααβιὰ ηὐξήθησαν εἰς ὕψος.

υἱοὶ Ἰσσαάρ· Σαλωμὼθ ὁ ρχων.

υἱῶν Χεβρών· Ἰβοὐδ ὁ ἄρχων, Ἀμαδιὰ ὁ δεύτερος. Φζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος.