Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ νῦν, υἱέ, ἔσται μετὰ σοῦ Κύριος. καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ θεῷ σου, ὡς ἐλάλησεν περὶ σοῦ.

ἡλλʼ ἡ δώῃ σοι σοφίαν καὶ σύνεσιν Κύριος, καὶ κατισχύσαι σε ἐπὶ Ἰσραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ θεοῦ σου.

τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἄ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε. μὴ φοβοῦ μηδὲ πτοηθῇς.

καὶ ἰδοὺ [*](Α)[*](30 του ζητ.] om του A | om ου A | αγγελος A XXII 1 om Κυριου A εφορασαν A | Σειδωνιοι B*c (Σιδ. Bᵇ) 6 κυριω θεω] ονοματι κυ θῡ A 8 μοι] επ εμε A | εποιησας] επολ pro εποι B*vid (εποι B¹ sed in parva ras later inferius) |της γῆς A | μου 2⁰] εμου A 9 εχθρων] + αυτου sup ras A (om A*) | κυκλοεν sup ras et in mg Aᵃ 10 αυτω] + εσομαι A 11 υιε] μου A 12 κατισχυσε σαι A 13 ευοδωσει] ευοδω- θησει A)

47
ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου [*](B) ταλάντων ἑκατὸν χιλιάδας, καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν σταθμός, ὅτι εἰς πλῆθός ἐστιν· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

καὶ μετὰ σοῦ πρόσθες εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθαων καὶ τέκτονες ξύλων, καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ,

ἐν χρυσίῳ, ἐν ἀργυρίᾳῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, οὐκ ἔστιν ἀριθμός· ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ.

καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παισὶν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ

Οὐχὶ Κύριος μεθʼ ὑμῶ καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

υῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

Καὶ Δαυεὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσεν Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ἐπὶ Ἰσραήλ.