Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει Κύριος Εκλεξαι σεαυτῷ

ἦ τρία ἔτη λιμοῦ, ἦ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου, καὶ μάχαιρα ἐξ ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἦ τρεῖς ἡμέρας όομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ, καὶ ἄγγελος Κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντι λόγον.

καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.

καὶ ἔδωκεν Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.

καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ἰερουσαλὴμ τοῦ ἐξολεθρεῦσαι αὐτὴν· καὶ ὡς ἐξολόθρευεν, εἶδεν Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ, καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἅγγελος Κυρίου ἑστὼς ἐν τῷ ἄλῳ Φρνὰ τοῦ Ἰεβουσαίου.

καὶ ἐπῆρεν Δαυεὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ όομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, ἐκτεταμένη ἐπὶ Ἰερουσαλήμ· καὶ ἔπεσεν Δαυεὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.

καὶ εἶπεν [*](A) [*](4 και] pr το δε ρημα του βασιλεως εκραταιωθη| επι τω Ιωαβ· και εξ- ηλθεν Ιωαβ· και| διηλθεν εν παντι οριω Ισλ· A 6 και 10] pr και Ιούδας τετρακοσιαι) και ογδοηκοντα χιλιαδες ανδρω| εσπασμενων μαχαιραν A | Λευ A | κατισχυσεν] προσωχθισεν A | λογος] pr ο A 7 πονηρον] + εφανη A 9 ορωντα] + Δαδ·| λεγων A 10 αιρω] ερω A εκλεξαι]| pr και A | om εξ A 12 φυγειν A | μαχαιραν A | om εξ A | εξολοθρ. (20) B? | om εν 2° A | αποστ.]+ με A 13 και 2°] om A (hab b Aᵇ⁽ᵐᵍ) | τρια] +ταυτα A 14 επεσαν A 15 εξολοθρευσαι Bᵇ | εξολοθρευεν] εξωλοθρευεν Bb εξωλεθρευσεν A | Iεβουσαιου] in fine appar parva ras in B 16 ιδεν A του ουρανου] pr ανα μεσον A)

45
Δαυεὶδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι τῷ λαῷ καὶ ἐγὼ [*](B) εἰμι ὁ ἁμαρταών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν ; Κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.

καὶ ἄγγελος Κυρίου εἶπεν τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυεὶδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἄλῳ Ορνὰ τοῦ Ἰεβουσαίου.

καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ ὸν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.

καὶ ἐπέστρεψεν Ορνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθαχαβείν· καὶ Ορνὰ ἦν ἀλοῶν πυρούς.