Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.

καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε δὴ ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεέ καὶ ἕως Δάν, καὶ ἐνέγκατε πρὸς μέ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.

καὶ εἶπεν Ἰωάβ Προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἴνα τί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ. [*](ΧΧ 1 στρατιας A | ηλθαν A | περιεκαθισαν A | Ραββαθ A (bis) | επα- A ταξεν] + Ιωαβ A 2 Μολχομ A 5 αυτη] seq ras 1 lit in A | εξη- γαγεν] εξηνεγκεν A | τοῖς παισίν] πασιν ταῖς πολεσιν (sic) A | υἱοῖς] υιων A 4 Σοββοχαι A | Θωσαθει] ο Ουσαθι A | Σαφουτ] Σεφφι A 5 Ἕλλαν] Bλεαναν ,A | Ιαειρ] Αδειρ A | Ελεμεε] Αεεμει A | ξυλον δορατος] το ξ του δ. A 7 Σαμαας A 8 ουτος εγενετο] ουτοι εγενοντο A | Γεθ] εθ (pr ras 1 lit) A | επεσαν A | om Δ. καί ἐν χειρι A (hab Aᵃ) X 2 om ο βασι- λευς A | om vid δη Β a(vid)b | αριθμησατε] om α 10 B* (hab B? mgsintr) 3 κυριου] κυριοι A | ινα τι A] om τι B* και ινατι Bᵃᵇ | κυριος] pr ο A | Ισραηλ] pr λαω A)

44
[*](B)

καὶ ἦλθεν εἰς Ἰερουσαλήμ.

καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυείδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.

καὶ τὸν Λευεὶ καὶ τὸν Βενιαμεὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.

καὶ πονηρὸν ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ.