Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπηγγελη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἥλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς· καὶ [*](¶U+05D0) παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν.

καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.

καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.

[*](U+05D0A)[*](8 στρατιαν ΝΑ 9 οι υιοι] om οι A | βασιλεις οι] ς ο sup ras A (βασι- λειοσι A* vid) 10 γεγοναν U+05D0A | om εξ A | παρεταξατο A 11 εδωκεν] ωκε| sup ras Ab | αδελφοῦ] pr του U+05D0 | παρεταξατο A 12 κρατησει A | Συρος] pr ο (superscr) Aa? | υιοι] pr οι U+05D0 | σωσω σε] σωσε A + ανδριζου και ενισχυσω|μεν (ε 10 sup ras Aα) περι του λαου ημων· και περι τω] ποιεων του θῦ ημων· A 13 αγαθον] + εν οφθαλμοις αυτου A | ποιησαι U+05D0 14 εφυ U+05D0* (εφυγον U+05D0c.a?) 15 δον U+05D0 | αδελφου] pr Αβεσσα του A | αυτου] ουτων U+05D0 | ηλθον] εισηλθον A 16 ιδεν A | απεστιλεν U+05D0 (απεστιλαν U+05D0?) απεστειλεν A | περα A | Σωφαρ] Εσωφαρ U+05D0* Εσωφαχ U+05D0c.a? Σωφαχ A | Eδραlαζαρ U+05D0* (Aδρ. U+05D0?) Αδραταρ A 17 παρεταξαντο U+05D0| επ 20] προς A | παρα- τασσεται (παρατασσετε A)] παρεταξατο U+05D0 | Συρος εξ εν. Δ.] Δαδ εξ εν. του Συρου A | επολεμησεν U+05D0A | αυτον] + κς Ν vid 18 τεσσαρακ. Bᵃᵇ | Σαφαθ] Σωβαχ A | αρχιστρατ.] pr τον A | απεκτειναν (2⁰) A 19 λδραζαρ A)

Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ [*](B) ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατείας, καὶ ἔφθειραν τὴν χάραν υἱῶν Ἀμμων· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ῥάβββαν. καὶ Δαυεὶδ ἐκάθητο ἐν Ἰερουσαλήμ· καὶ ἐπάταξεν τὴν Ῥαββὰ καὶ κάτεσκάψεν αὐτήν.

καὶ ἔλαβεν Δαυεὶδ τὸν στέφανον Μολχὸλ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυείδκαὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα. ³καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς, καὶ οὕτως ἐποίησεν Δαυεὶδ τοῖς παισὶν υἱοῖς Ἄμμων· καὶ ἀνέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ἰερουσαλήμ.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γάζερ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Σοβοχαὶ Θωσαθεὶ τὸν Σαφοὺτ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείναωσεν αὐτόν.

καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν Ἐλλαν υἱὸς Ἰαεὶρ τὸν Ἐλεμεὲ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἴξ καὶ ἕξ, εἴκοσι τέσσαρες· καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.

καὶ ώνείδισεν τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωναθὰν υἱὸς Σαμαά, υἱὸς ἀδελφοῦ Δαυείδ.

οὅτος ἐγένετο Ῥαφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυεὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.