Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ Κύριος τὸ ἀγαθὸν ποιήσει.

καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπʼ αὐτοῦ.

καὶ οἱ υἱοὶ Ἀμμῶν εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἰωὰβ καὶ ἀπὸ προσώπου ἀδελφοῦ αὐτοῦ, καὶ ἥλθον εἰς τὴν πόλιν· καὶ ἤλθεν Ἰωὰβ εἰς Ἰερουσαλήμ.

καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλαν ἀγγέλους· καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰρ ἀρχιστράτηγος δυνάμεως Ἀδραάζαρ ἔμπροσθεν αὐτῶν.

καὶ ἀπηγγελη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἥλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς· καὶ [*](¶U+05D0) παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν.

καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.

καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.