Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ προκατελάβετο Δαυεὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππαον καὶ εἵκοσι χιλιάδας ἀνδρῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἄρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἄρματα.

καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζεν Κύριος Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἱ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ.

καὶ ἐκ τῆς Μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πολέμων τῶν Ἀδραάζαρ ἔλαβεν Δαυεὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.

καὶ ἤκουσεν Θῶα βασιλεὺς Ιμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ τὴν πᾶσαν δύναμιν Ἁδραάζαρ βασιλέως Σουβά,

καὶ ἀπέστειλεν τὸν Ἱδουραὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυεὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπέρ οὗ ἐπολέμησεν τὸν Ἁδραάζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Οῶα ἦν τῷ Ἀδραάζαρ· καὶ πάντα σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.

καὶ ταῦτα ἡγίασεν Δαυεὶδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὖ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.

καὶ Ἀβεσσὰ υἱὸς Σαρουίας ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,

καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυείδ· καὶ ἔσωζεν Κύριος ἐν πᾶσιν οἷς [*](U+05D0Α) [*](XVIII 2 Μωαβ 20] Μωαβιται A 3 Αδραζαρει U+05D0 Αδραζαρ A | Σουβα· Ημαθ· A 4 ουτων 10] αυτω A | ανδρων] + πεζῶν A | υπελειπετο A εκατον] εικοσι U+05D0* ρ΄ U+05D012 | αρματα 20 BU+05D0 c.a?  A] ρηματα U+05D0* 5 Αδραζα U+05D0* Αδραζαρ U+05D0c.a? A | om και 30 A 6 αμασκω U+05D0 | εσωσεν U+05D0 | Δαυειδ] τον Δαδ U+05D0A 7 om Δαυειδ U+05D0 | χρυσους] +Δαδ U+05D0 | Αδραζαρ U+05D0A 8 Μεταβηχας] Ματεβεθ A | πολεμων] ποιεων A | τω A δραζαρ U+05D0 των Αδραζαρ A 9 Οωα] Θοου A | λδραζαρ U+05D0A 10 Ιδουραμ U+05D0 Δουραμ A | εις] ις sup ras Aa? | Aδραζαρ (bis) U+05D0Α | Θωα] Θοου A | χρυσα· και αργυρα· A 11 om ταυτα U+05D0* (hab U+05D0 c.a (mg) | χρυσειου A | εθνων U+05D0* (εθνῶ| ων U+05D0?) 12 Αβισα A Σαρουια U+05D0 | κοιλαδι]| pr τη U+05D0 | αλλων U+05D0* (αλων U+05D0?) | χιλιαδες A 13 εσω- σεν A | Κυριος] +τον Δαδ A)

41
ἐπορεύετο.

Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ, καὶ [*](B) ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.

καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ ἐπὶ τῆς στρατείας, καὶ Ἰαωσαφὰτ υἱὸς Ἀχειὰ ὑπομνηματογράφος,

καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ ησοῦς γραμματεύς,

καὶ Βαναίας υἱὸς Ἰωδᾶε ἐπὶ τῶν ἱερέων καὶ Φαλτειά· καὶ υἱοὶ Δαυεὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καἰ ἐβασίλευσεν Ἁνὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ εἶπεν Δαυείδ ἰοιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ἀνάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυεὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυεὶδ εἰς γῆν υἱῶν Ἀμμων τοῦ παρακαλέσαι αὐτόν.

καὶ εἶπον ἄρχοντες Ἄμμὼν πρὸς Ἁνάν Μὴ δοξάζων τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακα οὐχ ὅπως ἐξεραυνήσαωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἥλθον παῖδες αὐτοῦ πρὸς σέ;

καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν αὐτούς, καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς.

καὶ ἥλθον ἀπαγγεῖλαι τῷ Δαυεὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἀνακάμψατε.

καὶ εἶδον οἱ υἱοὶ Ἄμμων ὅτι ᾐσχύνθη λαὸς Δαυείδ· καὶ ἀπέστειλεν Ἀνὰν καὶ οἱ υἱοὶ Ἄμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰλ ἄρματα καὶ ἱππεῖς.