Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ ἐπὶ τῆς στρατείας, καὶ Ἰαωσαφὰτ υἱὸς Ἀχειὰ ὑπομνηματογράφος,

καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ ησοῦς γραμματεύς,

καὶ Βαναίας υἱὸς Ἰωδᾶε ἐπὶ τῶν ἱερέων καὶ Φαλτειά· καὶ υἱοὶ Δαυεὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καἰ ἐβασίλευσεν Ἁνὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ εἶπεν Δαυείδ ἰοιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ἀνάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυεὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυεὶδ εἰς γῆν υἱῶν Ἀμμων τοῦ παρακαλέσαι αὐτόν.

καὶ εἶπον ἄρχοντες Ἄμμὼν πρὸς Ἁνάν Μὴ δοξάζων τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακα οὐχ ὅπως ἐξεραυνήσαωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἥλθον παῖδες αὐτοῦ πρὸς σέ;

καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν αὐτούς, καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς.