Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔλαβεν τὴν Τὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χερὸς ἀλλοφύλων.

καὶ ἐπάταξεν τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυεὶδ φέροντες δῶρα.

καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.

καὶ προκατελάβετο Δαυεὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππαον καὶ εἵκοσι χιλιάδας ἀνδρῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἄρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἄρματα.

καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζεν Κύριος Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἱ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ.