Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγένετο ὡς κατῷκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.

καὶ εἶπεν Ναθαν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ.