Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ³¹εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ,
  • καὶ εἰπάτωσαν ἐυ τοῖς ἔθνεσιν Κύριος βασιλεύων.
  • ³²ββοββήσει ἡ θάλασσα σὺν τῷ πληρώματι·
  • ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ.
  • ³³τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου,
  • ὅτι ἥλθεν κρῖναι τὴν γῆν.
  • 34ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • 35καὶ εἶπατε Ἔσωσεν ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν·
  • καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν,
  • τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιὸν σου
  • καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.
  • 36εὐλογημένος Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος.
  • καὶ ἐρεῖ πᾶς ὁ λαός Ἀμήν.
  • Καὶ ἤνεσαν τῷ κυρίῳ.
  • Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.

    καὶ Ἀβδοδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ· καὶ Ἀβδοδὸμ υἱὸς Ἰδειθὼν καὶ Ὁσσὰ εἰς πυλωρούς·

    καὶ τὸν Σαδὸκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαών,

    τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πραωὶ καὶ τὸ ἑσπέρας, καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφʼ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ.

    καὶ μετʼ αὐτοῦ [*](28 πατρι] αι πατριαι A | ισχυν] + δοτε τω κω δοξαν ονοματος αυτου· A U+05D0A 29 προσωπον] pr το U+05D0 | Κυριω] pr τω A 80 κατορθωθητω] pr και U+05D0* (om U+05D0?) 31 ο bis scr U+05D0* (om 10 Νc.a) | βασιλευων] εβασιλευσεν A 32 βοββησει] βομβησει BᵃU+05D0(βομβησι) βοησει A | η θαλασσα] om η A | ξξυλον] pr και U+05D0A 34 εξομολογεισθαι U+05D0A 35 εσωσεν] σωσον A | της σωτη- ριας BU+05D0c.a mg A] ο σωτηρ U+05D0* 36 αιωνος] +και εως του αιωνος A 37 κατε- λιπον] κατελειπεν A | εναντιον A 38 Ιδεθων U+05D0 Ιδιθουμ A | Οσσα] Οσα U+05D0 Ωσηε A 39 της σκηνης] om της U+05D0 40 ενετειλατο BU+05D0c.amg A] εγενετο U+05D0* | υιοις] υιους A 41 αυτου 10] ουτων U+05D0)

    38
    [*](B) Αἱμὰν καὶ Ἰδειθὼν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

    καὶ μετʼ αὐτῶν σάλπιγγες καἰ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν δῶν τοῦ θεοῦ· υοὶ Ἰδειθὼν εἰς τὴν πύλην.

    καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυεὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

    Καὶ ἐγένετο ὡς κατῷκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.

    καὶ εἶπεν Ναθαν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ.

    Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν

    Πορεύου καὶ εἰπὸν πρὸς Δαυεὶδ τὸν δοῦλόν μου Οὕτως εἶπεν Κύριος Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ.

    ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι

    ἐν πᾶσιν οἶς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων Ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;