Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

πάντες οὖτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ, καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυείδ.

καὶ ἤσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἱ ἀδελ. φοὶ αὐτῶν.

καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Nεφθαλεὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχαων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

Καὶ ἐβουλεύσατο Δαυεὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ·

καὶ εἶπεν Δαυεὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ Εἰ ἐφʼ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου θεοῦ ἡμῶν εὐωδώθη, ἀποστεί λωμεν πρὸς τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπολελειμμένους ἐυ πάσῃ γῇ [*](U+05D0Α) [*](29 φυλακην] φυλην A 30 om και 1⁰ U+05D0 | κατ οικους] κατοικουντες U+05D0 | ουτων] +ι B* (improb Bᵃ?) 31 φυλους U+05D0 | χιλιΑδες] + χιλιοι U+05D0 | om και 2⁰ A 32 Εισσαχαρ A | τι]| οτι A | ποιησει U+05D0 | Ισραηλ] + εις τας αρχας| ουτων A | om ουτων Ι⁰ U+05D0 33 και] οι U+05D0 | Χενως A] χορεκαινως B* (χεροκαι- νως Bᵃᵇ) χαιροκαινως U+05D0 34 Νεφθαλειμ A 35 Δανιωῶν U+05D0A | οκτω] pr και A 56 τεσσαρακ. Bᵇ | χιλιαδας A 37 Γαδδεν U+05D0 Γαδδι A | φυλους U+05D0* (φυλης U+05D0c.a) | σκευεσιν πολεμικοῖς εκατον sup ras A 38 οι κατα- λαιποι U+05D0 (οι καταλοιπος U+05D0c.a) | om του βασιλευσοι τον Δαδ (2⁰) A 39 om και πινοντες U+05D0 | ητοιμασαν] + αυτοις Aᵃ?ᵐᵍ 40 ομοροουντες U+05D0 ομυρουντες A | Νεφθαλειμ U+05D0 | om των ημιονων και επι A (hab sup ras et in mg A⁰] XIII 2 παση 1⁰] pr τη A | ημων]| υμων A | ευοδωθη U+05D0A | υμων] ημων U+05D0A | υπολελιμμ. U+05D0Α)

31
Ἰσραήλ, καὶ μετʼ αὐτῶν οἱ ἱερεῖς οἱ Λευεῖται ἐν πόλεσιν κατασχέσεαως [*](Β) αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς,

καὶ μετενέγκαομεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφʼ ἡμὲρῶν Σαούλ.

καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.

καὶ ἐκκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ἰαρείμ.

καὶ ἀνήγαγεν αὐτὴν Δαυείδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυείδ, ἡ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ Κυρίου καθημένου ἐπκὶ χερουβεὶν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.

καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἄμαξαν καινὴν ἐξ οἵκου Ἀμειναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἄμαξαν.

καὶ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπαάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.

καὶ ἤλθοσαν ἕως τῆς ἄλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, καὶ ἐξέκλινεν αὐτὴν ὁ μόσχος.

καὶ ἐθυμώθη Κύριος ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν· καὶ ἀπέθανεν εκει απεναντι του θεου.

καὶ ἠθύμησεν Δαυεὶδ ὅτι διέκοψεν Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζᾶ ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐφοβήθη Δαυεὶδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ θεοῦ πρὸς ἐμαυτόν;

καὶ οὐκ ἀπέστρεψεν Δαυεὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυείδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.

καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Ἀδεδδαρὰμ καὶ πάντα τὰ αὐτοῦ.