Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνα- τολῶν ἕως δυσμῶν.

καὶ ἧλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ.

καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.

[*](U+05D0A)[*](3 Ιωηλ] Αζιηλ A | Ιωφαλητ] Φαλλητ A | Αζμωθ A | Βερχεια] Βαραχια A | Αναβωθει U+05D0 Αναθωθι A 4 Σαμεας U+05D0 | Aγαβωνιτης U+05D0* Γαβαωνιτης U+05D0c.aA + και δερχεια κα lηουλ ο Αναθωθει| και Σαμεας ο Ι α|βαωνιτης U+05D0 | Ιερμιας] Ιερμειας Bᵃ Ιερεμιηας U+05D0* (Ιερεμιας U+05D0¹) και Ιερεμιας A | Ιεζιηλ A | Ιωζαβαδ A | Γαδαραθειειμ) Ιαδαρα U+05D0 Γαδηρωθι A 5 Αζα] Ελιωζι A | Αρειμουθ] Αριθμους U+05D0 Ιαριμουθ (Ι sup ras) A | Βαδαια] Βααδια A | Σαμαρια U+05D0A ) Σαφατεια U+05D0 | Χαραιφει]| Αρουφι A 6 Ιησουνει]| Ιεσια A | Οζρειηλ] δλιηλ A | Ιωζαρα] Ιωζααρ A | om Καινα A | Σοβοκαμ) Σοβοαμ U+05D0 Ιεσβααμ A | Κοριται U+05D0A 7 Ελια ω Ιωηλα A | Ζαβαδια U+05D0Α | Ρααμ (Ρα non inst spiritum tamen adpinx Bᵇ)] Ιεροαμ A | και οι] υιοι U+05D0A | Γεδδωρ U+05D0 8 Γαδδει U+05D0 Γαδ᾿ · A | εχωρισθησαν] διεχωρ. A | απο 2⁰] επι A | ανδρες δυνατοι U+05D0 | δορκαδος A | τω ταχει] εν τ. A 9 Αζα] Αζερ A | Αβδια A | Eλειαβ U+05D0 10 Μασεμαννη U+05D0 Μασμα·| A | τεταρτος] δʼ A | Ιερμια U+05D0 Ιερεμισ A 11 Εθοι Εθθει A | Ελιαβ| Ελιηλ A 12 Ιωαν] Ιωναν A | ο ογδοος] ογδους U+05D0 | Ελιαζεο] Ελεζαβαδ A 13 Ιερεμεια] Ιερμια U+05D0 Ιερεμιας A | Μελχαβαννεα U+05D0 Μαχαβαναι A | ενδεκατος] ιαʼ U+05D0 14 om Γαδ | στρατειας Bᵃᵇ⁽ᵛiᵈ 15 οι τοι B*ᵛⁱᵈ (ουτ. Bᵃᵇ) | εξεδιωξαν] εδιωξαν U+05D0 | om απυ U+05D0 | ες B* (εως Bᵃᵇ) 16 βοηθιαν U+05D0 17 ουτων] αυτοις A | ειπαν αυτοι B* (ειπεν αυτοις Bᵃᵇ) | ειη μοι] ει εμοι A | om ει του παραδουναι με U+05D0 | υμων] ημων U+05D0 A | ελεγξαιτο] ελεγξετο U+05D0 ελεγξαι A)
29

καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τρυἰκοντα, καὶ [*](B) εἶπεν

  • Πορεύου καὶ ὁ λαός σου,
  • Δαυεὶδ υἱὸς Ἰεσσαί·
  • εἰρήνη εἰρήνη σοι,
  • καὶ εἰρήνη τοῖς βοηθοῖς σου·
  • ὅτι ἐβοήθησέν σοι ὁ θεός σου.
  • καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

    καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ.

    ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή.

    καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει,

    ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

    Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.

    υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἕξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.

    τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.

    τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι·

    καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετʼ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·

    καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.

    καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει [*](18 ενεδυσε Bᵃᵇ] ενεδυσαι B* ενεδυσεν U+05D0 ενεδυναμωσεν A | Αμασε U+05D0 | U+05D0A αρχοντα] pr τον A | πορευου Δαδ υιος Ιεσσαι| και ο λαος σου· A | ο λαος] om ο U+05D0 | om και 4° A | om σου 3° U+05D0 | προσεταξατο U+05D0* (προσεδεξατο U+05D0c.ᵃ) 19 εβοηθησεν A 20 Σωγλαμ Σωκαγ U+05D0 Σικελαγ A | Τωζαβαθ] Ιωζαβαδ A | Ρωδιηλ] Ιεδιηλ A | Μιχαηλ BᵇU+05D0A | Ιωσαβαιθ] Ιωσαβεθ U+05D0 Ιωζαβεδ A | Ελιμουθ] Ελιουδ A | Σεμαθει] Γαλαθι A 21 αυτοι] ουτοι A | συνεμαχησαν] pr ει U+05D0 | εν 1°] επι A | στρατια U+05D0A | om εν τη δυναμει A 23 στρατιας U+05D0A | επιστρεψ αι A 24 υιου U+05D0 | θυρεοφοροι BᵃᵇU+05D0A | om και δορατοφοροι A | παραταξεως] πραξεως U+05D0 26 των] και A | Λευι A | τετρακισχιλιοι ΒA (ι 1° sup ras Aa)] τετρακιχιλιαι (sic) U+05D0 | εξακοσιοι] εξακοσιαι U+05D0 pr και A 27 Τω- αδας] Τωαδαε U+05D0 Ιωαδαε A | ο ηγ.] om ο U+05D0 | τω A.] των A. A | χιλιαδες] χιλιοι U+05D0 | om και 3° U+05D0 28 ισχυει | δυο] pr και A 29 των υιων] pr εκ A)

    30
    [*](B) τὴν φυλακὴν οἰκου Σαούλ.

    καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἵκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν.

    καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ.

    καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινάσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετʼ αὐτῶν.

    καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες, βοηθῆσαι τῷ Δαυεὶδ οὐ χεροκένως.

    καὶ ἀπὸ Nεφθαλεὶ ἄρχοντες χίλιοι, καὶ μετʼ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.