Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
Ἀζβὼν ὁ Βεερμείν, Σαμαβὰ ὁ Ομεί
Βενναίας ὁ Σομολογεννουνείν, Ἰωναθὰν υἱὸς Σωλὰ ὁ Ἀραχεί,
Ἀχεὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρεἰ, Ελφὰτ υἱὸς Σθύρ,
Ὅφαρ Μοχόρ. Αχειὰ ὁ Φεδωνεἰ,
Ἡσερὲ ὁ Χαρμαδαί, Νααραὶ υἱὸς Ἀζωβαἰ
μὴλ υἱὸς Ναθάν, Μεβαὰλ υἱὸς Ἀγαρεί,
Σέλη ὁ Ἀμμωνεί, Ναχὼρ ὁ Βερθεὶ αἰρων σκεύη υἱῷ Σαρουία,
Ἰρὰ ὁ Ἠθηρεί, Γαρηοβαί, Ἰοθηρεί
Οὐρεὶ ὁ Χεττεί, Ζαβὲτ υἱὸς Ἀχαιά,
Ἀδεινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων καὶ ἐπʼ αὐτῷ τριάκοντα,
Ἀνὰν υἱὸς Μοωχὰ καὶ Ἰωσαφὰτ ὁ Βαιθανεί,
Ὀζειὰ ὁ Ἀσταρωθεί, Σαμαθὰ καὶ Ἰειά, υἱοὶ Κωθὰν τοῦ Ἀραρεί,
Ἐλθειὴλ υἱὸς Σαμερεὶ καὶ Ἰωάζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰεασεί,
Λειὴλ ὁ Μιεὶ καὶ Ἰαριβεὶ καὶ Ἰωσειὰ υἱὸς αὐτοῦ, Ἐλλάαμ καὶ Ἐθεμὰ ὁ Μωαβείτης,
Δαλειὴλ καὶ Ἰωβὴθ καὶ Ἐσσειὴλ ὁ Μειναβειά.
Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ,
καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν·