Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὴν Ἰεξάβαλ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι τοῦ Ἰσραήλ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.

καὶ Εἱοὺ ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰρήνη ; τί ὄτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.

καὶ εἶπεν Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Εἰοὺ πρὸς αὐτούς Οὔτως καὶ οὕτως ἐλάλησεν πρὸς μὲ λέγων· καὶ Τάδε λέγει λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.

καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γάρεμ τῶν ἀναβαθμῶν, καὶ ἐσάλπισαν ἐν κερατίνη καὶ εἶπον Ἐβασίλευσεν Εἰού.

καὶ συνεστράφη Εἰοὺ υἱὸς Ἰωσαφὰθ υἱοῦ Ναμεσσεὶ πρὸς Ἰωράμ· καὶ Ιωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἁζαὴλ βασιλέως Συρίας.

καὶ ἀπέστρεψεν βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὦν ἔπαισαν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτοὺς μετὰ Ἁζαὴλ βασιλέως Συρίας. εἶπεν Εἰού Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ’ ἐμοῦ, μὴ ἐξελθέτω ἐ πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ’

καὶ ἵππευσεν καὶ ἐπορεύθη Εἰού, καὶ κατέβη ἐν Ἰσραήλ, ὅτι Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν τοξευμάτων ὧν αὐτὸν οἱ Ἀραμιεὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ βασιλέως Συρίας, ὄτι δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα κατέβη ἰξεῖν τὸν Ἰωράμ.

καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰσραήλ, καὶ εἶδεν τὸν κονιορτὸν Εἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτόν, καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωράμ Λάβε ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Ἧ εἰρήνη ;

καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς [*](9 δωσω] επιδουναι Α Ι Αχααβ] pr του Α | Ιεροβοαιμ] pr του Α Ι Αχια ΒbA Α 10 σραηλ B Ισλ Α 11 αυτω sup ras A1 | την αδολ.] γην αδολ. Α 12 ειπεν 1°] ειπον Bab ο superscr) Α | απαγγειλον] ο sup ras Α1 Ι om και (3°) Α | om εις Α 13 ελαβον Α Ι επι το γαρεμ] ·επι | γαρ’ ενα Α | + εκαθηντο Α 14 Ιωσαφατ BabA Ι Ναμεσσει BA*vid] Ναμεσσα Aa (α sup ras) Ι om Ιωραμ 2° Α Ι Ραμωθ Α | και 3°] pr αυτος Α 15 ο Α | Ισραηλ (bis)] εζραελ Α | η ψυχη] om η Α | μη και Β* Ι διαπεφ. εκ της πολεως Α Ι απαγγειλαι] απηγγεληναι (sic) Α 16 ιππευσεν] εσπευσεν Α | Ιηου και επορευθη Α Ι εν Ισραηλ] εις Ιεζραελ Α | τω Ισραηλ] Ιεζραελ Α Ι Αραμιειν] Ραμμαθι Α Ι Ρεμμαθ Α Ι δυνατος] pr αυτος Α | δυναμεως] + εκοιμηθη εκει Α | Οχοζιας BbA 17 Ισραηλ] εν Ιεζραελ Α | αυτον παραγινεσθαι Α | κα °] κα sup ras Αb ? | om η Α 18 ιππου] ου sup ras Α b? Ι απαντησιν Α)

762
[*](B) αὐτῶν καὶ εἶπεν άδε λέγει ὁ βασιλεὺς Ἧ εἰρήνη ; καὶ εἶπεν Εἰού Τί σοι και εἰρήνῃ ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπή ὁ σκοπὸς λέγων Ἦλθεν ὁ ἄηελος ἕως αὐτῶν καὶ οὐκ