Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κοθὼς ὁ οἶκος Ἀχαάβ.

καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ.

καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν ν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ βασιλέως Συρίας· καὶ Ὀχοζεὶ υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν υἱὸν Ἀχαὰβ ἐν Ἰσραήλ, ὄτι ἠρρώστει αὐτός.

καὶ Ἐλεισαῖε ὁ προφήτης ἐκάλεσεν ἔνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Σῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.

καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψῃ ἐκει υἱὸν Ἰωσαφὰθ Εἰοὺ υἱοῦ Ναμεσσεί, καὶ εἰσελεύσῃ κοὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ.

καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον Τάδε λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς.

καὶ ἐπορεύθη ὁ προφήτης τὸ παιδάριον εἰς Ῥεμμὰθ Γαλαάδ.

καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Εἰού Πρὸς τίνα ἐκ πάντων ἡμῶν ; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων.

καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπι τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου, ἐπὶ τὸν Ἰσραήλ.

καὶ ἐξολεθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου σου, καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ

καὶ ἐκ χειρὸς ὄλου τοῦ οἴκου Ἀχαάβ, καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον εν [*](Α) [*](26 Αμβρει Αμβρι A)] Ζαμβρει Ζ superscr) Bab 27 οικος bis scr Α | Αχααβ] + γαμβρος γαρ οικου Αχααβ εστιν Α 28 Ραμωθ Α (item 29) 29 του ιατρ.] pr προ Α | Ισρηλ 1°] Ιεζραελ Α | αυτον 1°] + οι Συροι Α Οχοζιας Α Ι Ιωραμ] + βασιλευς Ιουδα Α | εν Ισραηλ] εις Ιεζραελ A IX 1 om εν τη χειρι σου Α 2 οψει Bab ει superscr) Ι υιον Ιωσαφαθ Ειου υιου Ναμεσσει] Ιηου υιον Ιωσαφατ· υιον Αμε|σει· Α I αυτον 2°] αυτο Α | τω ταμιειω Α 3 ειπεν B* ειπον Bab ο superscr] Α) Ι om εις Α 4 επορευθη] επο sup ras A1 Ι το παιδ. ο προφητης Α | εις] ει sup ras Α1 | Ρεμαθ Α 5 εισηλθον Α | Ειου] Ιηου Α (item n, 12, et fere ubique) 6 λαον] pr τον Α 7 εξολολθρευσεις Β?Α 8 εξολεθρευσεις εξολοθρ. Βb ? A)] εξολε- Ba mg Ι τω οικω] του οικου Α | εγκαταλελειμμ. Βb εγκαταλελιμμ. A)

761

καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ [*](B) καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχειἀ·

καὶ τὴν Ἰεξάβαλ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι τοῦ Ἰσραήλ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.

καὶ Εἱοὺ ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰρήνη ; τί ὄτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.

καὶ εἶπεν Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Εἰοὺ πρὸς αὐτούς Οὔτως καὶ οὕτως ἐλάλησεν πρὸς μὲ λέγων· καὶ Τάδε λέγει λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.

καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γάρεμ τῶν ἀναβαθμῶν, καὶ ἐσάλπισαν ἐν κερατίνη καὶ εἶπον Ἐβασίλευσεν Εἰού.

καὶ συνεστράφη Εἰοὺ υἱὸς Ἰωσαφὰθ υἱοῦ Ναμεσσεὶ πρὸς Ἰωράμ· καὶ Ιωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἁζαὴλ βασιλέως Συρίας.

καὶ ἀπέστρεψεν βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὦν ἔπαισαν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτοὺς μετὰ Ἁζαὴλ βασιλέως Συρίας. εἶπεν Εἰού Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ’ ἐμοῦ, μὴ ἐξελθέτω ἐ πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ’

καὶ ἵππευσεν καὶ ἐπορεύθη Εἰού, καὶ κατέβη ἐν Ἰσραήλ, ὅτι Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν τοξευμάτων ὧν αὐτὸν οἱ Ἀραμιεὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ βασιλέως Συρίας, ὄτι δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα κατέβη ἰξεῖν τὸν Ἰωράμ.

καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰσραήλ, καὶ εἶδεν τὸν κονιορτὸν Εἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτόν, καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωράμ Λάβε ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Ἧ εἰρήνη ;