Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Ἁζαήλ Τί ὄτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν Ὅτι οἶδα ὄσα υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρί, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρήξεις.

καὶ εἶπεν Ἀζαήλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὄτι [*](Α) [*](3 γης αλλοφ.] των αλλοφ. Α | om εις την πολιν Α | και ηλθεν| βοησαι sup ras Ba | εαυτης 1°] αυτης Α 4 ελαλησεν Α | om α Α 5 τον ν 1° sup ras A1 Ι ο υιος] om ο Α 6 του αγρου] pr κα παντα τα Α | κατελιπεν] ενκατελειπεν Α 7 ηρρωστει Α 8 μαανα] μαναα Α (item 9) Ι απαντησιν Α (item 9) 9 τεσσαρακ. Βb (vid) (item 17) | om δωρα Α | αυτου 3°] αυτων Α | υιος 1°] pr ο Α | om επερωτησαι Α + προς αυτον Α Ι ειπον] + αυτω Α 12 om τι Α Ι ο κυριος] om ο Α | κλαιει] καλει Α | om οτι 2° Α Ι κακα] και Α | εξαποστελεις (sic) Α Ι Α Ι BabA 13 ο κυων ο τεθνηκως] ω κݲεݲ)

759
τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἐλεισαῖε Ἔδειξέν μοι Κύριός σε [*](Β) βασιλεύοντα ἐπὶ Ἰσραήλ.

καὶ ἀπῆλθεν ἀπὸ Ἐλεισαῖε, καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ Ὄ τι εἶπέν σοι Ἐλεισαῖε ; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ.

καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸν χαββὰ καὶ ἔβαψεν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἐβασίλευσεν Ἁζαὴλ ἀντ’ αὐτοῦ.

Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλε Ἰωσαφὰθ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰθ Ἰούδα.

υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλἠμ.

καὶ ἐπορεύθη ἐν σραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὄτι θυγάτηρ αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.

καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον πάσας τὰς ἡμέρας.

ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφ’ ἑαυτοὺς βασιλέα.