Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων Δεῦτε καὶ ἴδετε.

καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὦν ἔρριψεν Συρία ἐν τῷ θαμβεῖθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.

καὶ ν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο σεμιδάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.

Καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ’ ὄν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης, καὶ συνε- πάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλη, καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ, ὄς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.

καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἐλεισαῖε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου, καὶ έσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλη Σαμαρείας·

καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο· καὶ εἶπεν Ἐλεισαῖε Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.

καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλη, καὶ ἀπέθανεν.

Καὶ Ἐλεισαῖε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἦς ἐζωπύρησεν τὸν υἱὸν λέγων Ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἰκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὄτι κέκληκεν Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ

καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ἐλεισαῖε, καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς· καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη.

καὶ ἐγένετο μετὰ τὸ τέλος [*](12 πολεως] γης A | εισελευσ.] + και εξελευσομεθα Α 13 πεντε] Α παντες απο Α Ι υπολελειμμ. Ba? b A . . . 14 om Ισραηλ Α 16 και διμετρον κριθων σικλου (ου sup ras Ab)| κατα το ρημα κݲυݲ· | Α 17 τη χειρι] pr επι Α | εν τη πυλη] επι της πυλης Α | καθα] καθως Α (ω sup ras Aa?) 18 καθα] καθως Α | ωρα] ημερα αυτη Α Ι πυλει Α | Σαμαριας Α 19 ο] ος Αݲ Ι om ου 1° Α | οψει Bab (ει superscr) | om μη 2° Α | φαγη] seq ras ι lit in Α (φαγης A*vid) 20 εγενετο] + αυτω Α Ι συνεπατησεν] ε 1° sup ras B? VIII 1 παροικησης] παροικησεις Α | κεκλικεν Α)

758
[*](B) τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς

καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα ἁ ἐποίησεν Ἐλεισαῖε.

καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ἐλεισαῖε βοῶσα πρὸς τὸν έα τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὄν Ἐλεισαῖε.

καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Επίστρεψον πάντα πάντα αὐτῆς τὰ γενήματα τοῦ ἀγροῦ, ἀπὸ τῆς ἡμέρας ἦς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν.