Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

VIIἡ ὥρα αὔτη αὔριον, μέτρον σεμιδάλεως σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.

καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ’ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ ποιήσει Κύριος ας ἐν οὐρανῷ· μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἐλεισαῖε εἶπεν [*](25 επ] περι Α | om ου Α Ι πεντηκοντα] pr πεݲ| Β* | αργυριου 1°] pr Bab mg | τεταρτον του καβου] τεσσαρες καβοι Α Ι πεντε] pr πεντηκοντα Α 26 του τειχους] τουχεις Α Ι βασιλευ] βασιλευς Α 27 om αυτη Α | σωσαι] σωση Α | σωσω σαι Β* σωσω σε Bab ε superscr]) Ι αλωνος] pr της Α | ληνου] pr της Α 28 om και 5° Α | om αυτον 2 29 εψησαμεν Α | ειπον] ειπεν Α | φαγωμεν] φαγομεν Α 30 ο βασιλευς] + Ισλ Α 31 Ελεισαιε] + υιου Σαφατ Α 32 ειπεν] pr αυτος Α | ει] μη Α | ηδειτε] οιδατε Bab mg Α | φονευτου] + ουτος Α | ιδετε] ειδετε A 33 αγγελος] pr ο Α | υπομενω Α Ι om τω κυριω Α VII 1 σιμιδαλεως Α Ι σικλου] + και διμετρον κριθων σικλου Bab mg inf Α 2 τριστατης] τ 1° sup ras Ba? | τω Ελεισαιε] προς τον Ελισσ.)

756
[*](B) Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς, καὶ ἐκεῖθεν οὐ φάγῃ.

Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καθήμεθα ὧδε ἔως ἀποθάνωμεν ;

ἐὰν εἴπωμεν Εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰνκαθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμενεἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.

καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας. καὶ ἦλθον εἰς μέσον τῆς παρεμβολῆς Συρας, κα ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.

καὶ Κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νῦν ἐμισθώσατο ἐφ’ ἡμᾶς βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν πρὸς ἡμᾶς.

καὶ ἀνέστησαν κα ἀπέδρασαν ἐν τῷ σκότει· καὶ ἐνκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἴππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.

καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἔως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν κα ἔφαγον καὶ ἔπιον, καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον κα ἱματισμόν· καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν ἐκεῖθεν κα εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν κα κατέκρυψαν·

κα εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐγαγγελίας ἐστίν, καὶ ἡμεῖς σιωπῶμεν· καὶ μένομεν ἕως φω- τὸς τοῦ πρωί, καὶ εὑρήσομεν ἀνομίαν. καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.

καὶ εἰσῆλθον κα ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως, καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες Εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὄτι εἰ μὴ ἴππος δεδεμένος κα ὄνος κα αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν.

καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.

καὶ ἔστη ὁ βασιλεὺς νυκτὸς κα εἰπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀναγγελῶν δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὄτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς κα [*](A) [*](2 οψει Bab I οφθαλμοις] + σου Α | φαγης Α* 3 και B* Α] μερος Ba (vid) b mg 6 εποιησεν ακουστην Α | την παρεμ|βολη Α | om φωνην ιππου Α Ι εφ] επι Α | προς 2°] εφ Α 7 εγκ. Bb)] εγκατελειπον Α | αυτων 1°, 2°, 3°] εαυτων + και εκρυψαν Α Ι om εκειθεν 2° Α 10 ει μη bis scr Α | Α δεδε sup ras A1) 12 εστη] ανεστη Α Ι ημεις] pr και Α | εξηλθον Α)

757
ἐκρύβησαν ἐν τῷ ἀγρῷ, λέγοντες ὅτι Ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ [*](B) συλλημψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα.

καὶ ἀπεκρίθη εἶς τῶν παίδων αὐτοῦ καὶ εἶπεν Λαβέτωσαν δὴ πέντε τῶν ἴππων τῶν ὑπολελιμμένων οἳ κατελείφθησαν ὦδε, ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον, καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα.

καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων Δεῦτε καὶ ἴδετε.

καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὦν ἔρριψεν Συρία ἐν τῷ θαμβεῖθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.

καὶ ν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο σεμιδάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.

Καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ’ ὄν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης, καὶ συνε- πάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλη, καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ, ὄς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.

καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἐλεισαῖε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου, καὶ έσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλη Σαμαρείας·

καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο· καὶ εἶπεν Ἐλεισαῖε Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.

καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλη, καὶ ἀπέθανεν.