Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ’ ἡμῶν·

πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε.

καὶ εἶπεν ὁ εἷς Ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν ’Eγὼ πορεύσομαι.

καὶ ἐπορεύθη μετ’ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα.

καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὤ, κύριε· καὶ αὐτὸ κεκρυμμένον .

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν ; καὶ ἔδειξεν αὐτῶ τὸν τόπον· καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ καὶ ἐπεπόλασεν τὸ σιδήριον.

καὶ εἴρηκεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.

Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ, καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ἐ παρεμβαλῶ.

καὶ ἀπέστειλεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραὴλ Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὄτι ἐκεῖ Συρία

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῶ Ἐλεισαῖε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.

καὶ ιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς δωσίν με βασιλεῖ Ἰσραήλ;

καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ κύριε μου βασιλεῦ, ὄτι Ἐλεισαῖε ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει [*](26 επορευθη] επορευετο Bab (ετο superscr) | om μετα σου Α | συναντησιν A Α | τα ιματια] pr και Α Ι ελαιωνας Bab ελεωνας Β*)] ελαιωνα Α Ι αμπελωνα Α 27 προσωπου] pr του Α VI 2 om εις Α 3 ο εις] + δορευ Α | επεικαιως B* επεικεως Ba επιεικως BbA) Ι και 2°] ο δε Α Α εβοησεν] + και ειπεν Α 6 απεκνιξεν Α Ι σιδηρον Α 7 Α Ι σαυτω] σεαυτω Α Ι χειρα] + αυτου Α 8 Ισρανλ] Ιλημ Α Ι ελμωνι Ba mg A 9 βασιλεα] pr τον Α | Συρια εκει Α 10 Ελεισαιε] + και διεστειλατο αυτω Α Ι ουδε] ου Α 12 ο προφ. ο] om ο bis Α |)

754
[*](B) τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους οὺς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῶ τοῦ κοιτῶνός σου.

καὶ ἐἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, κα ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθάειμ.

καὶ ἀπέστειλεν ἐκεὶ ἴππον καὶ ἅρμα κα δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.

καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἐλεισαῖε ἀναστῆναι κα ἐξῆλθεν, καὶ ἰδοὺ κυκλοῦσα τὴν πόλιν καὶ ἴππος καὶ ἄρμα· καὶ εἰπεν τὸ πρὸς αὐτόν Ὥ, κύριε· πῶς ποιήσωμεν ;

καὶ εἶπεν Ἐλεισαῖε Μὴ φοβοῦ, ὄτι πλείους οἱ μεθ’ ἡμῶν ὑπὲρ τοὺς μετ’ αὐτῶν.

καὶ προσεύξατο Ἐλεισαῖε καὶ εἶπεν κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἄρμα πυρὸς περικύκλῳ Ἐλεισαῖε.

καὶ κατέβησαν πρὸς αὐτόν· κα προσηύξατο πρὸς Κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ἐλεισαῖε.

καὶ εἰπεν πρὸς αὐτοὺς Ἐλεισαῖε Οὐκ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδερα ὃν ζητεῖτε· κα ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.

καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἰπεν Ἐλεισαῖε Ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωτσαν· καὶ διήνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον· καὶ ἰδοὺ ἦσαν ἐν αμαρείας.