Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐδίωξε Γιεζεὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.

καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων ’lδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφράιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.

καὶ εἶπεν Ναιμάν Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις, καὶ δύο ἀλλασσομένας στολάς· καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αύτοῦ, καὶ ᾖρον ἔμπροσθεν αὐτοῦ.

καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ, καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας.

καὶ αὐτὸς εἰσῆλθεν καὶ [*](Α) [*](15 εστη] + εις προσωπον αυτου Α Ι om και ειπεν Α | ιδου] + δη Α Ι om παρα Α 16 om αυτον Α 17 ζευγη] ζευγος Bab mg ζευγους Α | ημιονων] + απο της γης Α Ι θυσιασμα] θυσιαν Α 18 Ρεμμαν 1°] Ρεμμαθ Α | + αυτον Α | om εκει Α | om αυτος Α | om εν τω προσκ. αυτον εν οικω Ρεμμαν Α | ιλασεται 2°] ιλασθησεται Α 19 παρ αυτου] απ (TT αυ sup ras 4 circ litt Α 1) Α | εις δεβρ. της γης] απο της γης Ισλ·| Α 20 α] ων Α Ι και 2°] οτι Β*vid 21 εδιωξεν Α Ι οπισω τρεχοντα Α | του αρμ. εις απαντην αυτου] εις απαντησιν αυ|τω απο του αρματος· και ειπεν ειρηνη· Α 22 με 1°] προς σε Α | om ιδου Α | νυν] + τουτο Α | δυο] δυ 23 λαβε] pr οικουν (sic) Α | κα ελαβεν] κα δυοΙ αλλασσομενας στολας· και ειπεν Ναιμαν ουκουν οικουν Α* vid) λαβε| διταλαντον αργυριου· και εβια|σαντο (ε superset A1) αυτον και εδησεν διτα|λαντον αργυριου Α | δυσιν Α | ηραν 24 ηλθον] ναθαν Α* ηαθαν (sic) Aa? | σκοτινον Α Ι ανδρας] + και επορευθησαν Α)

753
παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτὸν Ἐλεισαῖε [*](B) Πόθεν Γιεζεί ; καὶ εἶπεν Γιεζεί Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.

καὶ εἶπεν πρὸς αὐτὸν Ἐλεισαῖε Οὐχὶ ἡ καρδία ἐπορεύθη μετὰ σοῦ ὄτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·

καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ ί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεωσει χιων.

Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ’ ἡμῶν·

πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε.

καὶ εἶπεν ὁ εἷς Ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν ’Eγὼ πορεύσομαι.

καὶ ἐπορεύθη μετ’ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα.

καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὤ, κύριε· καὶ αὐτὸ κεκρυμμένον .

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν ; καὶ ἔδειξεν αὐτῶ τὸν τόπον· καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ καὶ ἐπεπόλασεν τὸ σιδήριον.

καὶ εἴρηκεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.

Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ, καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ἐ παρεμβαλῶ.

καὶ ἀπέστειλεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραὴλ Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὄτι ἐκεῖ Συρία

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῶ Ἐλεισαῖε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.

καὶ ιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς δωσίν με βασιλεῖ Ἰσραήλ;

καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ κύριε μου βασιλεῦ, ὄτι Ἐλεισαῖε ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει [*](26 επορευθη] επορευετο Bab (ετο superscr) | om μετα σου Α | συναντησιν A Α | τα ιματια] pr και Α Ι ελαιωνας Bab ελεωνας Β*)] ελαιωνα Α Ι αμπελωνα Α 27 προσωπου] pr του Α VI 2 om εις Α 3 ο εις] + δορευ Α | επεικαιως B* επεικεως Ba επιεικως BbA) Ι και 2°] ο δε Α Α εβοησεν] + και ειπεν Α 6 απεκνιξεν Α Ι σιδηρον Α 7 Α Ι σαυτω] σεαυτω Α Ι χειρα] + αυτου Α 8 Ισρανλ] Ιλημ Α Ι ελμωνι Ba mg A 9 βασιλεα] pr τον Α | Συρια εκει Α 10 Ελεισαιε] + και διεστειλατο αυτω Α Ι ουδε] ου Α 12 ο προφ. ο] om ο bis Α |)

754
[*](B) τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους οὺς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῶ τοῦ κοιτῶνός σου.

καὶ ἐἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, κα ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθάειμ.