Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.

καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον, καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ διέκαμψεν ἐπ’ αὐτόν· καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.

καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν, καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ [*](24 αυτης] εαυτης Α Ι επισχις Α 25 om δη Α | Σουμανιτις A* Σωμανιτις Α Αa? 26 απαντησιν Α | om η 1°, 2°, 3°, Α ἢ 1°] τον Ελισσ. Α Ι απεωσασθαι] τπωσασθαι (sic) Α 28 om ουκ Α ειπα] ειπον Α 29 om σου 2° Α Ι δευρου Α* δευρο Αa?) Α 31 απαντησιν Α 32 τεθνηκος ΒabA Ι κεκ Α 33 εαυτων] αυτων Α 34 αυτου 1°] εαυτου Α | 5°] εαυτου Α 35 συνεκαμψεν] συνεκαλυψεν A)

750
[*](B) παιδάριον ἑπτάκις· ἑπτάκις· καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

καὶ ἐξεβόησεν Ἐλεισαῖε πρὸς Γιεζεὶ καὶ εἶπεν Κάλεσον τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ἐλεισαῖε Λάβε τὸν υἱόν σου.