Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκώς, κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.

καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.

καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον, καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ διέκαμψεν ἐπ’ αὐτόν· καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.

καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν, καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ [*](24 αυτης] εαυτης Α Ι επισχις Α 25 om δη Α | Σουμανιτις A* Σωμανιτις Α Αa? 26 απαντησιν Α | om η 1°, 2°, 3°, Α ἢ 1°] τον Ελισσ. Α Ι απεωσασθαι] τπωσασθαι (sic) Α 28 om ουκ Α ειπα] ειπον Α 29 om σου 2° Α Ι δευρου Α* δευρο Αa?) Α 31 απαντησιν Α 32 τεθνηκος ΒabA Ι κεκ Α 33 εαυτων] αυτων Α 34 αυτου 1°] εαυτου Α | 5°] εαυτου Α 35 συνεκαμψεν] συνεκαλυψεν A)

750
[*](B) παιδάριον ἑπτάκις· ἑπτάκις· καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

καὶ ἐξεβόησεν Ἐλεισαῖε πρὸς Γιεζεὶ καὶ εἶπεν Κάλεσον τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ἐλεισαῖε Λάβε τὸν υἱόν σου.

καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν.

Καὶ Ἐλεισαῖε ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἰπεν Ἐλεισααῖε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

καὶ ἐξῆλθεν ἐξῆλθεν εἰς τὸν ἀγρὸν συνλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελου ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὄτι οὐκ ἔγνωσαν.

καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν· καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.

καὶ εἶπεν Λἀβετε αλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἐλεισαῖε πρὸς Γιεζεὶ τὸ παιδάριον Ἕγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.

Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρεῖσα καὶ ἥνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.

καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί; δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν ; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὄτι τάδε λέγει Φάγονται Φάγονται καὶ καταλείψουσιν.

καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα Κυρίου.

Καὶ Ναιμὰν ὁ ἅρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελε- πρωμένος.

καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν.

ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὅφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν [*](Α) [*](36 Σωμανιτην Α | εκαλεσεν] + αυτην Α 37 επεσεν] επεπ. Α 38 λεβητα] + τον μεγαν Α Ι εψημα Α 39 om αγριαν Α Ι πληρεις Α | αυτου] + ελθων· Α Ι εψηματος Α 40 ενεχει] ενεχεαν Α Ι εψηματος BA 41 λαβε Α | εμβαλλετε Α | om ετι Α 42 Βαθσαρισα A*vid (ras σα 2° Α?) Ι + βακελλεθ Α 43 τι] τινι Α Ι τουτο] ταυτα Α Ι δος] δοτε Α 44 και 1°] pr και εδωκεν εις προσωπον αυτων Α Ι κατελειπον Α V 1 Συριας] pr της Α | εδωκεν] εθηκεν Α | Συρια] Συριας Α 2 εξηλθεν Α 3 Σαμαρια A)

751
Οὔτως καὶ οὕτως ἐλά.λησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ.

καὶ εἶπεν [*](B) βασιλεὺς Συρίας πρὸς Ναιμάν Δεῦρο Δεῦρο καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ. καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.

καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰ λέγων Καὶ νῦν ὡς ἄν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδο πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ’O θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὄτι προφασίζεται οὗτός μοι.