Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ, καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν.

καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἔν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀ [*](Α) [*]( 7 ηλθεν] ανεστη Α | κݲωݲ Α | οι υιοι] om οι Α | υπολοιπω A*vid Σιωμαμ Α?) Ι om εκει 2° Α 9 om δια παντος Α 10 om δη Α 12 Σουμανιτην Α 13 ημιν] ημας Α | την πασαν ενκτησιν εγκτ. Bb)] + ταυτην Bab πασᾶν την εκστασιν ταυτην Α Ι λαου] + μου Α | ειμι εγω Α 14 ππεσβυτης] pr ουκ εστιν Α 15 και 1°] pr και ειπεν καλεσον αυτην Α 16 μου] ανݲεݲ του 21 ανηνεγκεν] ηνεγκεν Α)

749
τοῦ θεοῦ κοὶ ἐπιστρέψω.

καὶ εἶπεν Τί ὄτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον· ἡ δὲ εἶπεν Εἰρήνη.

καὶ ἐπέσαξεν τὴν ὄνον, καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι

Δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ἐλεισῖε ἐρχομένην αὐτήν, καὶ εἶπεν π·ρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανεῖτις ἐκείνη.

νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Ἥ εἰρήνη σοι; ἢ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.

καὶ ἦλθεν πρὸς Ἐλεισαῖε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισεν Γιεζεὶ ἀπεώσασθαι αὐτήν. καὶ εἶπεν Ἐλεισαῖε Ἄφες αὐτήν· ὄτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγε3ιλέν μοι.

ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὄτι οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;

καὶ Ἐλεισῖε τῷ Γιεζεί Ζῶσαι τὴν ὀσφύν σου καὶ λάβε τὴν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὄτι ἐὰν εὕρῃς ἄνδρα οὐκ αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνὴρ οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις θήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.

καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε. καὶ ἀνέστη Ἐλεισαῖε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

καὶ Γιεζεὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ ωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ στρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠ τὸ παιδάριον.

καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκώς, κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.

καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.

καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον, καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ διέκαμψεν ἐπ’ αὐτόν· καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.

καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν, καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ [*](24 αυτης] εαυτης Α Ι επισχις Α 25 om δη Α | Σουμανιτις A* Σωμανιτις Α Αa? 26 απαντησιν Α | om η 1°, 2°, 3°, Α ἢ 1°] τον Ελισσ. Α Ι απεωσασθαι] τπωσασθαι (sic) Α 28 om ουκ Α ειπα] ειπον Α 29 om σου 2° Α Ι δευρου Α* δευρο Αa?) Α 31 απαντησιν Α 32 τεθνηκος ΒabA Ι κεκ Α 33 εαυτων] αυτων Α 34 αυτου 1°] εαυτου Α | 5°] εαυτου Α 35 συνεκαμψεν] συνεκαλυψεν A)

750
[*](B) παιδάριον ἑπτάκις· ἑπτάκις· καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

καὶ ἐξεβόησεν Ἐλεισαῖε πρὸς Γιεζεὶ καὶ εἶπεν Κάλεσον τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ἐλεισαῖε Λάβε τὸν υἱόν σου.

καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν.

Καὶ Ἐλεισαῖε ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἰπεν Ἐλεισααῖε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

καὶ ἐξῆλθεν ἐξῆλθεν εἰς τὸν ἀγρὸν συνλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελου ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὄτι οὐκ ἔγνωσαν.

καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν· καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.