Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν Κεδρών, καὶ κατέκαυσεν κατέκαυσεν ἐν τῶ Χειμάρρῳ Κεδρὼν καὶ ἐλέπτυνεν εἰς χοῦν , καὶ ἔριψεν τὸν χοῦν αὐτοῦ εἰς τάφον τάφον τῶν υἱῶν τοῦ λαοῦ.

καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησεὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιεὶν τῷ ἄλσει.

καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανεν τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαιβὰλ καὶ ἕως Βηρσάβεε· καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πύλης, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλη τῆς πόλεως.

πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἰερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

καὶ μιανεῖτε τὸν Τάφεθ ἐν φάραγγι υἱοῦ Ἑννόμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μόλοχ ἐν πυρί.

καὶ κατέκαυσεν τοὺς ἵππους οὑς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί.

καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἀχάξ, ἃ ἐποίησεν βασιλεὺς Ἰούδα, καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσῆς ἐν ταίς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρών.

καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἰερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ ὄν ᾠκοδόμησεν Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ ’ [*](4 σαδημωθ Α | ελαβεν] εβαλεν Α 5 εδωκαν βασιλει] εδωκεν βασιλευς Α | Α τοις περικ.] pr εν Α | τω Βααλ] τη B. Α 6 τον χειμ.] το χειμ. Α Ι om και κατεκαυσεν αυτον εν τω χ. Κεδρων Α | ερριψεν B ab A 7 τον οικον] των οικον Α I καδησιν Α | χεττιεμ Α 8 πολεων] πολεως Α Ι εμιαναν Α Ι Γαιβαλ] Γαβαα Α | Βηρσαβεαι Α Ι τον παρα] των π. Α | αρχοντος Β ab ρχ superscr) Α] ακοντος Β* | ανδρος] ανδρας (as sup ras 3 forte litt) Α a? 9 αδελφων] δε sup ras Aa 10 και μιανειτε] και εμιαναν B b (vid) mg και μιανει τις Α Ι Ταφεθ] Θοφθα Α | εν °] pr τον Α | Εννομομ'| Α δαγειν Α 11 κατεκαυσεν 1°] κατεκαυσαν Α | βασιλευς Α | εν °] pr ος Α 12 εποιησεν βασιλευς] εποιησαν βασιλεις Α 13 τον επι] om τον Α | τον εκ] om τον Α Ι Μοσοθ Α vid)

796
[*](B) προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Moλχὸν βδελύγματι υἱῶν Ἀμμών, ἐμίανεν ὁ βασιλεύς.

καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.