Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ [*](Β) τὰ θεραφεὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐξῆρεν Ἰωσείας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ οὗ εὗρεν Χελκείας ἱερεὺς ἐν οἴκῳ Κυρίου.

ὄμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ κα ἐν ὅλῃ ἰσχύι αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, κα μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.

πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὁργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς οὓς αὐτὸν Μανασσῆς.

καὶ εἶπεν Κύριος Καί γε τὸν Ἰουδὰ ἀπὶ τοῦ προσώπου αὐτοῦ, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, τὴν πόλιν ταύτην ἢν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἰπον Ἔσται τὸ ὄνομά μου

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσείου κα πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ;

ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη Ἰωσείας εἰς ἀπαντὴν αὐτοῦ. καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδὼ ἐν τῷ ἰδεῖν αὐτόν.

καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μακεδών, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, κα ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχὰς υἱὸν Ἰωσείου καὶ ἔχρισαν αὐτόν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

τους γνωριστας] om τους Α τα θεραειν] om τα A γη] pr τη A καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμειταί, θυγάτηρ Ἰερεμίου ἐκ Λημνά.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.