Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Χελκείας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφὰν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Χελκείας τὸ βιβλίον πρὸς Σαφφάν, καὶ ἀνέγνω αὐτό.

καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ ποιούντων ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου.

καὶ εἶπεν Σαφφὰν ὀ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων Βιβλίον ἔδωκέν μοι Χελκείας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφφὰν ἐνώπιον τοῦ βασιλέως.

καὶ έγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ τῷ ἱερεῖ καὶ τῷ ’Aχεικὰμ υἱῷ Σαφφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ καὶ τῷ Σαφφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαίᾳ δούλω τοῦ λέγων

Δεῦτε καὶ ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα καὶ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ’ ἡμῶν.

καὶ ἐπορεύθη Χελκείας ὁ ἱερεὺς καὶ Ἀχεικὰθ καὶ Ἀχοβὼρ καὶ Σαφφὰθ καὶ Ἀσαίας πρὸς Ὅλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκκουαὺ υἱοῦ ‘Aραὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἰερουσαλὴμ ἐν τῇ μασενά· καὶ ἐλάλησαν πρὸς αὐτήν.

καὶ εἶπεν Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ [*](/1 Χελκιαν B b A | εν οικω] εις οικον Α 5 τοις εν οικω] om τοις Α Α /1 αυτοι] αυτο Α 8 Χελκιας (bis) B b A (item 10, 14) | om το βιβλιον Α | ανεγνοι B* ανεγνω B ab [ω superset] Α) 9 εν οικω 1°] Α Ι απεστρεψεν] επεστρ. Α | καθεσταμενων] pr των Α 11 βιβλιου] pr του Α Ι διερρηξεν] ερρηξεν Α 12 Χελκια B b A Ι Αχικαμ Α | Μιχαιου Α Ι Ασαια] Ιασαι Α 13 om και 1°, 3° Α Ι εκκεχυμενη] εκκεκαυμενη 2°] + τουτου Α 14 Αχεικαθ] Ακιχαμ Α | Σαφαν Α | Σιελλουμ Α Α | Αραας] ρδας B b certe Αρας Α | ιματιοφυλ.] ante φ ras υ in fine lin Α ? 15 ειπεν] + προς αυτους Α ι με] εμε ε superscr) B ab)

794
[*](B)

Tάδε λέγει Κύριος ’Iδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,