Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.

καὶ εἶπεν Ἑζεκίας πρὸς εὐνοῦχοι Ἠσαίαν ὁ λόγος Κυρίου ὃν ἐλάλησεν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἑζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ῳ λόγων τῶν ἡμερὼν τοῖς βασιλεῦσιν Ἰούδα ;

καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Υἱὸς δώδεκα ἐτῶν Μανασσὴ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκουτα κοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὁψειβά.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἁκατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.

καὶ θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν Ἐν Ἰερουσαλὴμ [*](Α) [*](13 τα αρωματα] pr και Α | λογος] τοπος Α 14 με] εμε Α 15 ειπεν 2°] + Εζεκιας Α | ειδον 2°] ιδεν Α Ι τα εν] om τα Α 16 ληον] pr /1 υπολειφθησεται] υπολημφθησεται Α | Κυριος] ο κݲςݲ Α /1 + || και ειπεν· μη ουκ αιαν (sic) ειρηνηΙ και αληθεια εσται εν ημεραις μου| Α /1 δυναστια Α | om λογων 2° Α 21 Μανασσης Α XXI /1 Α : item 18 | Οψειβα] Αψεφα B ab (A superscr) Οφσιβα Α 3 επεαπεστρ. Α Ι κατεσπασεν] κατεσκαφεν Α Ι ανεστησεν θυσιαστήριόν] ο θυσ. Α 4 θυσιαστηριον] pr το Α)

791
θήσω τὸ ὄνομά μου.

καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει [*](B) τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.

καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίνσεν ἐλλὴν καὶ γνώστας ἐπλήθυνεν, τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν Κύριος πρὸς Δαυεὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ τούτῳ τούτῳ ἐν Ἰερουσαλὴμ ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα,

καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, φυλάξουσιν φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο ὁ δοῦλός μου Μωυσῆς.

καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐλάλησεν Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων.

ἄνθ' ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτεν καί γε Ἰουδὰ ἐν τοῖς εἰδώλοις αὐτῶν·

οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδά, ὥστε παντὸς ἀκούοντος ἠχή ἀμφότερα τὰ ὦτα αὐτοῦ·

καὶ ἐκτενῶ ἐπὶ Ἰερουσαλὴμ τὸ Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ·