Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ἐλεισαῖε· καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου.

καὶ ἔλαβεν τὴν μηλωτὴν Ἠλειού, ἢ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ εἶπεν Ποῦ ὁ θεὸς Ἠλειοὺ αφφώ ; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἐλεισαῖε.

καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ ἐν Ἰερειχὼ ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλειοὺ ἐπὶ Ἐλεισαῖε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.

καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα κοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε εὗρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ’ έν τῶν ὀρέων ἢ ἐφ’ ἔνα τῶν βουνῶν· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ ἀποστελεῖτε.

καὶ παρεβιάσαντο αὐτὸν ἔως οὖ ᾐσχύνετο, καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν.

, καὶ αὐτὸς ἐκάθητο ἐν Ἰερειχώ· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ εἶπον πρὸς ὑμᾶς Μ.ὴ πορευθῆτε ;

Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἐλεισαῖε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος και [*](A) [*](8 διηρεθη] διερρεθη Α 9 τι] pr αιτησαι Bab (mg) pr αιτησαι με Α Ι πρυ η] προ του Α 10 αιτησασθαι] + σε Α Ι εσται] + σοι Α 11 ιπποι Α| διε στειλαν Α Ι om ως A*b? (superscr vid A1?a? deinde ras A b?) 12 εορο Α Ι ιδεν Α | δυο] διο Α 13 η επεσεν] om η Α? (ε Ι° sup ras 2 litt) Ι εστη] pr επεστρεψεν Ελεισαιε Κ Bah (mgg) pr επεστρ. Ελισσαιε κα A 14 που] + κݲεݲ Α | τα υδατα] α, ατα sup ras A1 το υδωρ A*vid) | ενθεν και ενθεν 15 ειδον] ιδαν Α Ι om και 2° Α | συναντησιν Α 16 αυτον 1°] αυτο Α ανδρες υιοι δυν.] οι υιοι δυν. πεντ. ανδρες Α | om η 1° Α Ι om η εφ ενα των νων Α 17 ου] οτου Α | ανδρες Α 18 και 1°] pr και αυτονI Α | Ελεισαιε] + προς αυτους Α | om ουκ Α | προς υμας] υμιν Α)

745
βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.

καὶ εἶπεν [*](B) Ελεισαῖε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἄλα· καὶ ἔλαβον πρὸς αὐτόν.

καὶ ἐξῆλθεν Ἐλεισαῖε εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔριψεν ἐκεῖ ἄλα καὶ εἶπεν Τάδε λέγει Κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα· οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.

καὶ ἰάθησαν τὰ ὔδατα ἔως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἐλεισαῖε ὄ ἐλάλησεν. σεν.

Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἰπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.

καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· κα ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ’ αὐτῶν τεσσεράκοντα καὶ δύο παῖδας.

καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμηλιον, καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλεῖ Ἰούδα, καὶ ἐβασίλευσεν δώδεκα ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἢ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰ βοὰμ υἱοῦ Ναβὰτ ὄς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπ’ αὐτῆς.

Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήθ, καὶ ἐπέστρεψεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρα ἐκείνη ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·

καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ἰωσαφὰθ βασιλέα Ἰούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί. εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὄμοιός μοι ὄμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ .ἴπποι σου.