Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Σελλοὺμ υἱὸς Ἰαβεὶς ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Σελλοὺμ ἡμέρας ἐν Σαμαρείᾳ.

καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδεὶ ἐκ Θαρσειλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν τὸν Σελλοὺμ υἱὸν Ἰαβεὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.

καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

τότε ἐπάταξεν καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς [*](5 τον βασιλεα] του βασιλεως Α | ημερα A* ς superscr Α 1) | om αυτου Α | Α οικω °] οικου Α Ι Ιωαθαν Α Ι κρινειν Α 6 και παντα] inter litt και παݲ| forte ras aliq Β ? | ουκ (ουχ B*b ουκ B a) ιδου] ουχι Α | επι βιβλιου] εν βιβλιω 7 om και εθαψαν αυτον μετα των πατ. αυτου Α Ι Ιωαθαμ Α 8 ογδοω] + ετει Α Ι του Αζαριου Α | βασιλει] βασιλεως Α Ι Ζαχαριας] Αζαριας Α | Σαμρια Α (item 23, 27 ) 10 Ιαβεις] Αβεις Α | επαταξαν αυτον Κεβλααμ] Κεβλααμ· και εlπαταξαν αυτον κατεναντι του| λαου· Α | εθανατωσαν B * b A] 11 αχαριου] εθανατωσεν Β a (ε superscr) [ εβασιλευσεν] pr Σελλουμ λζαριου Α | εισιν] εστιν Α | βιβλιου Α 12 Ειου] Ιηου Α 13 om. και 2° Α | Αζαρια] του Οχοζιου Α | βασιλει] βασιλεως Α Ι ημερας] pr οκτω 14 Γεδδει Α | Θερσιλα Α | Σαμαριαν Α | αυτον] + και εβασιλευσεν αντ αυτου Α 15 η 2°] ην Α Ι εισιν γεγρ.] εισγεγρ. B b vid | βιβλιου Α 16 επαταζεν πατ sup ras 4 forte litt Α 1| Μαναην Α (item infra ubique) | om και 1° Α 1°] Θαιρα)

776
[*](B) ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτήν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.

Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίΜαναὴμ υἱὸς Γοδδεὶ ἐπὶ Ἰσραὴλ δέκα ἔτη ἐν Σαμαρείᾳ.

κα τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.

ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, Μαναὴμ ἔδωκεν τῷ φουὰ χἱλια τάλαντα ἀργυρίου, εἶναι τὴν χεῖρα αὐτοῦ μετ’ αὐτοῦ.

καὶ ἐξήνεγκεν Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.

καὶ τὰ λοιπὰ τῶν λόγων πάντα ὄσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεσίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ ’Iούδα ἐβασλευσεν Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ’Iσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

καὶ συνεστράφη ἐπ’ αὐτὸν Φάκεε υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργβ κοὶ μετ’ αὐτοῦ Ἀρειά· καὶ μετ’ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Ἐν ἐτει πεντηκοστῷ πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φάκεε υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ἀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

ἐν ταῖς ἡμέραις Φάκεε βασιλέως Ἰσραὴλ ἦλθεν Ἀλγαθφελλασὰρ [*](Α) [*](17 βασιλει] βασιλεως Α | εβασιλευσεν] pr και Α | Γαδδει] Γαλλει A vid 19 μετ αυτου] συν αυτω του ενι|σχυσαι το βασιλειον εν τη χει|ρι αυτου Α 20 αργιον Α Ι ισχυι] εν ισχυει Α Ι σικλους] + αργυριου Α 21 ουκ (ουχ ουκ Β ab) ιδου] ουχι Α Ι βφλιου Α 22 Φακεσιας] Φακειας Α (item 23) | αυτου 2°] Μαναην Α 23 βασιλει] βασιλεως Α | δυο] δεκα Α 25 αυτου (1°) Β * Α 1] μετα του Β b A * | Αρεια] Αριε Α Ι ανδρας Α 26 Φακειου Α | βιβλιου Α 27 βασιλει] βασιλεως Α 29 om Ισρ. ηλθεν Α)

777
Ἀσσυρίων καὶ ἔλαβεν τὴν Ἀὶν καὶ τὴν Ἀβὲλ καὶ τὴν [*](B) Θαμααχὰ καὶ τὴν Ἀνίωχ καὶ τὴν Kένεζ καὶ τὴν Ἁσὼρ καὶ Γαλαὰδ καὶ τὴν Γαλειλαίαν, πᾶσαν γῆν Νεφθαλεί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.

καὶ συνέστρεψεν στρέμμα Ὡσῆε υἱὸς Ἠλὰ ἐπὶ Φάκεε υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν, καὶ ἐβασἱλευσεν ἀντ’ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱῴ Ἀχάς.

καὶ τὰ λοιπὰ τῶν λόγων Φάκεε καὶ πάντα ὅσα ἐποίησεν, γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Ἐν ἔτει δευτέρῳ Φάκεε υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. Ἰούδα.