Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Ἰωὰς [*](B) βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσείαν βασιλέα Ἰούδα λέγων Ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ἀκάνα.

τύπτων ἐπάταξας τὴν Ἰουμαίαν, καὶ ἐπῆρέν σε καρδία σου. ἐνδοξά καθήμενος ἐν τῷ οἴκῳ σου. καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου ; καὶ σὺ καὶ Ἰούδας μετὰ σοῦ.

καὶ οὐκ ἤκουσεν Ἀμεσσείας· καὶ ἀνέβη ὁ βασιλεὺς Ἰσραήλ, καὶ ὤφθη προσώποις αὐτὸς καὶ Ἀμεσσείας βασιλεὺς Ἰούδα, ἐν Βαιθσάμυς γῇ τοῦ Ἰούδα·

καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.

καὶ τὸν Ἀμεσσείαν υἱὸν Ἰωὰς υἱοῦ Ἰωαχὰς συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἰερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφράιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις.

καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Καὶ ἔζησεν Ἀμεσσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωαχὰς βασιλέα Ἰσραὴλ πέντε καὶ δέκα ἔτη.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσείου καὶ πάντα ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα

καὶ συνεστράφησαν ἐπ’ αὐτὸν σύστρεμμα ἐν Ἰερουδαλήμ, καὶ ἔφυγεν εἰς Λαχείς· καὶ ἀπέστειλεν ὀπίσω αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ.

καὶ ἦραν αὐτὸν ἐφ’ ἵππων, [*](9 Αμεσσιαν B b Αμασιαν Α | την εν sup ras B ab | διηλθεν Α Ι τα εν] om Α τα Α Ι τον ακανα] την ακανα Α * την ακαναν Α a? b? 10 καρδια] pr η Α | om και 2° Α | εριζεις εν] εριζει σε η Α 11 Αμεσσειας 1°] (item 17) Αμεσιας Α Ι ο βασιλευς] ωας βασ. Α Ι ωφθησαν Α Ι Αμεσσειας 2°] ἀνέσιας B b Αμασιας Α Ι Βηθσαμυε Α | γη του Ιουδα] της Ιουδαιας 12 επιεσεν Α 13 Αμεσσειαν (Αμεσσιαν B b A)] + βασιλεα Ιουδα Α | Ααζια Α | συνελαβεν] ελαβεν Α Ι Ιωας 2°] + υιος Ιωαχας Α | Βεθσαμυε Α Ι διεκοφεν Α | τω τειχει] om τω Α Ι πυλης της γωνιας] της π. των γωνιων Α 15 Αμεσσιου Β b A (item 21, 23, 29) Ι υχι] ουχ ιδου Α | επι] εν Α 16 om πατερων Α 17 λμεσιας Α 18 Αμεσσιου B b Αμεσιου Α | α] οσα Α 19 συσιρεμμα] συστρατευμα Α | απεστειλαν Α Ι εθανατωσαν Α)

774
[*](B) καὶ ἐτάφη ἐν Ἰερουσολὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει

καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσεν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσείου.

αὐτὸς ᾠκοδόμησεν τὴν Αἰλώμ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσείου υἱῷ Ἰωὰς Βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς ’lωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσεράκοντα καὶ ἔν ἔτος.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

αὐτὸς ἀπέστησεν τὸ τὸ ὅριον ἀπὸ εἰσόδου Αἱμὰθ ἕως τῆς θαλάσσης τῆς Ἀραβά, κατὰ τὸ ῥῆμα Κυρίου θεοῦ Ἰσραὴλ ὅ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ ὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχόβερ.

ὄτι εἶδεν Κύριος τὴν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλίγους τοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ.

καὶ οὐκ ἐλάλησεν Κύριος ἐξαλεῖψαι τὸ σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ υἱοῦ Ἰωάς.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰεροβοὰμ καὶ ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα τὴν Δαμασκὸν καὶ τὴν Ἑμμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν μήθη Ἰεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ ήλ, καὶ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου ἀντὶ του πατρος αυτου.