Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδᾶε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βέδεκ τοῦ οἴκου ; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ οἴκου τοῦ οἴκου δώσετε αὐτό.

καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βδέλυγμα τοῦ οἴκου.

καὶ ἔλαβεν Ἰωδᾶε ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησεν τρώγλην ἐν τῇ τρώγλη αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἰαμειβεὶν ἐν τῷ οἴκῳ ἀνδρός, οἴκῳ Κυρίου· καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.

καὶ ἐγένετο ὡς εἶδεν ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.

καὶ ἔδωκεν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἐργα τῶν έπισκόπων οἴκου Κυρίου· καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου

καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων, τοῦ κτήσασθαι ξύλα καὶ λίθους λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βέδεκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι.

πλὴν οὐ ποιηθήσεται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου·

ὄτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό. καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου.

καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὄτι ἐν πίστει αὐτῶν ποιοῦσιν.

ἀργύριον ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο.

Τότε ἀνέβη Ἁζαὴλ βασιλεὺς [*](5 εαυτοις] αυτοις Α | πρασεως αυτου] πραξεως αυτωݲ | Α κρατησωσιν Α | το βεδεκ] adnot τα Β ? mg του β. Α 6 ουκ] pr ου| Α 7 ο βασ. Ιωας Α Ι Ιωιαδαε Α | εκραταιουται Α | λαβετε Α 8 βδελυγμα] βεδεκ Α 9 ιαμειβειν] αμμασβη Α | οικω 2°] οικου Α | Κυριου 2°] + κݲωݲ| Α ιδεν αυτον Α 11 εδωκαν Α | ποιουντων] pr των Α Ι επισκοπων] επι σκευων Α Ι εξεδοσαν] εδοξασαν Α 12 τειχισταις τιχ. Α)] + και τοις τεχνειταις Α | τον βεδεκ Α 13 οικω 1°] οικου Α Η om εν 15 εδιδου Α Ι το αργ.] om το Α 16 om αργυριον 2° Α | εισηνεχθη])

770
[*](B) Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γέθ, καὶ προκατελάβετο ἔταξεν Ἁζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἰερουσαλήμ.

καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἄγια ὅσα ἡγίασεν καὶ Ἰωρὰμ καὶ Ὀχοζείας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν βασιλεῖ Συρίας· καὶ ἀνέβη ἀπὸ Ἰερουσαλήμ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα,

καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα δεσμόν, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μααλὼ τὸν Γααλλά.

καὶ υἱὸς Ἰεμουὰθ καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι ἐπάταξαν αὐτόν, καὶ ἀπέθανέν· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πὁλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὁχοζείου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωαχὰς υἱὸς Εἰοὺ ἐν Σαμαρείᾳ ἑπτὰ ἔτη καὶ δέκα ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν οὐκ ἀπέστη ἀπ’ αὐτῆς.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἁζαὴλ βασιλέως Συρίας καὶ ἐν υἱοῦ Ἀδὲρ υἱοῦ Ἁζαὴλ πάσας τὰς ἡμέρας.

καὶ ἐδεήθη Ἰωαχὰς τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδεν τὴν θλίψιν Ἰσραἠλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.

καὶ ἔδωκεν Κύριος σωτηρίαν Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης.