Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Ἰωδᾶε διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.

καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασεν αὐτόν, καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς· καὶ τὸν Μαγθὰν τὸν ἱερέα τοῦ ἀπέκτειναν ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων· καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου.

καὶ ἔλαβεν τοὐς ἑκατοντάρχους καὶ τὸν Χορρεὶ καὶ τὸν Ῥασσεὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βα καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων.

καὶ πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαία ἐν οἴκω τοῦ βασιλέως.

Υἱὸς ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν.

ἐν ἔτει ἑβδόμῳ τῷ Εἰοὺ ἐβασίλευσεν Ἰωάς, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήν, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβιὰ ἐκ γῆς Βηρσάβεε.

καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἄς ἐφώτισεν αὐτὸν Ἰωδᾶε ὁ ἱερεύς.

πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίασαν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὅ ἐὰν λάβη ἐπὶ καρδίαν ἀνδρὸς [*](Α) [*](15 Ιωαδαε Α (item 17) | εκατονταρχοις Α | εξαγαγε αυτους] εξαγαγετε αυτην σαδηρωθ Α Ι μη] pr ει Α 16 εισηλθαν Α (α sup ras Aa?) 18 Βααλ 1°. . . αυτον] αλ και κατεσπαΙσεν αυτ sup ras Bab Ι κατεσπασαν Α | Μαγθαν] Μαχαν Α 19 Χορει Α Ι Ρασσειμ] Ρασρειμ Α Ι εκαθισεν Α | του om του Α 21 επτα ετων Α ΧΙΙ 1 τω Ειου] του Ιηοη Α | . Bb | γης] της Α 2 Ιωαδαε Α (item 9) 3 εθυσιαζεν Α 4 τω οἰκῶ om τω Α Ι συντιμησεως 1°. . . συντ. 2 Α | λαβη] αναβη Α)

769
ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου,

λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀνὴρ ἀπὸ [*](B) τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσιν τὸ βέδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βέδεκ.

καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βέδεκ τοῦ οἴκου.

καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδᾶε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βέδεκ τοῦ οἴκου ; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ οἴκου τοῦ οἴκου δώσετε αὐτό.

καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βδέλυγμα τοῦ οἴκου.

καὶ ἔλαβεν Ἰωδᾶε ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησεν τρώγλην ἐν τῇ τρώγλη αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἰαμειβεὶν ἐν τῷ οἴκῳ ἀνδρός, οἴκῳ Κυρίου· καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.

καὶ ἐγένετο ὡς εἶδεν ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.

καὶ ἔδωκεν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἐργα τῶν έπισκόπων οἴκου Κυρίου· καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου