Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ελάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλειοὺ καὶ εἶπεν Κατάβηθι μετ’ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προςώπου αὐτῶν· καὶ ἀνέστη Ἠλειοὺ καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα.

καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἠλειού Τάδε λέγει Κύριος Τί ὅτι ἀπέστειλας ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.