Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον· ἀλλ’ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὑτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

καὶ ἀνέστησεν Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν· καὶ ἀνέστην ἀντὶ Δαυεὶδ τοῦ πατρός μου, καὶ ἐκάθιας ἀπὶ τοῦ θρόνου Ἰσραὴλ καθὼς ἐλάλησεν, καὶ ᾠκοδόμησα τὸν οἶκον τᾦ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.

καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

Καὶ ἀνέστη Σαλωμῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν

καὶ εἶπεν Κύριε [*](Α) [*](8 οπιανοντο Α | εξω] + καὶ εγενοντο εκει εως της ημερας ταυτης Α 9 α 1°] ας Α | Μωσης Α | εν Χ.] pr εκει Α | στηναι Α | δοξα] om των Α 10 οικον] + κݲυݲ Α 11 εδυναντο Α | στηκειν] στηναι Α |δοξα] seq ras 1 lit in A | οικον] + κݲυݲ 14 και 1°] pr τοτε ειπεν Σαλωμων· κݲςݲ ειπεν| του σκηνωσαι εν γνοφω· οικοδο|μησα οικον κατοικητηριον σοι| εδρασμα της καθεδρας σου αιωνος· Α | ειστηκει B ab 15 τω στοματι] om τω Α 16 om και εξε- λεξαμην εν Ιερουσ. μειναι το ον. μου εκει Α | om επι Α 17 του πατρος] pr Δݲαݲδݲ Α | Ιݲσݲλݲ sup ras A 1 18 του οικοδ.] om του Α 19 συ ουκ] πλην ου συ Α 20 ελαλησεν 2°] + κݲςݲ Β ab (superscr) A 22 ανεστη] σστη Α)

693
ὁ θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ [*](Β) τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιον σου ἐν ολῃ τῇ καρδίᾳ αὐτοῦ,

ἅ ἐφύλαξας τῷ δούλῳ σου Δαυεὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου, καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.

καὶ νυν, Κύριε ο θεὸς Ἰσρήλ, φύλαξον τῷ δούλῳ σου τῷ Δαυεὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθης ενώπιον ἐμοῦ.

καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δῆ τὸ ῤῆμά σου τῷ Δαυεὶδ τω πατρί μου.

ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκεσουσίν ἐπὶ τῆς γῆς; εἰ ὁ ουρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, πλὴν καὶ ὁ οἶκος οὖτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;

καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ θεὸς Ἰσραήλ, ἀκούειν τῆς τέρψεως ἦς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον,

τοῦ εἶναι ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον ὃν εἶπας Ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσεχχῆς ἦς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

καὶ εἰσακούςῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούςῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν ουρανῷ, καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.

ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ’ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ·